Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 5.1-15
Not analysed yet
Καὶ πῶς οὐ φοβηθήσεται; Κἂν πόλεμον ἴδῃ προσιόντα, κἂν σεισμὸν τὰς πόλεις καταλύοντα, κἂν λῃστὰς καὶ τοιχωρύχους τὰ πάντα ὑφαιρουμένους, κἂν βαρβάρους ἐπιτρέχοντας, κἂν νόσον θάνατον ἀπειλοῦσαν, κἂν δικαστοῦ θυμὸν, κἂν ὁτιοῦν ἕτερον, οὐ δέδοικε. Προαπέθηκε γὰρ αὑτοῦ τὸν πλοῦτον ἐν ἀσύλῳ χωρίῳ, καὶ οὐ μόνον οὐ τρέμει τελευτῆς ἐπιούσης, ἀλλὰ καὶ ἐπείγεται ταχέως ἐπιδημῆσαι, ἔνθα τὰ τῆς ἐμπορίας αὐτῷ. Ὅπου γὰρ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Εἰ γὰρ ἔμποροι χρημάτων, πολλὰ προπέμψαντες οἴκαδε φορτία, καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν ἰδεῖν τὸν αὑτῶν πλοῦτον· πολλῷ μᾶλλον οὗτος, ὁ ἐν τοῖς οὐρανοῖς τὴν περιουσίαν προαποθέμενος ἅπασαν, θελήσει τῶν παρόντων ἀποῤῥαγεὶς πρὸς τὰ μέλλοντα κατεπείξεσθαι. Οὐδὲν τοίνυν αὐτὸν εἰς φόβον ἐμβαλεῖν δύναιτ' ἄν. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἕτερός φησιν, Ἑδραία καρδία αὐτοῦ, ταὐτὸ δηλῶν, καὶ ἑρμηνεύων τὸ ἕτοιμον. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐδέν ἐστι τὸ παρασαλεῦον αὐτὸν, καὶ τοῖς παροῦσι προσηλοῦν, ἀλλ' ὅλος δι' ὅλου πρὸς τὸν Θεὸν ἀνατέταται, καὶ τὴν ἐλπίδα ἀναμένει ἐκείνην, καὶ πέπηγε τῇ προσδοκίᾳ ταύτῃ διηνεκῶς ἐρηρεισμένος, καὶ οὐδενὶ τῶν παρόντων μαλακιζόμενος, ἢ περισπώμενος. Τοιαῦται γὰρ αἱ τῶν πραγμάτων φροντίδες σχίζουσι τὴν διάνοιαν, καὶ διατέμνουσι τὴν γνώμην. Ἀναγκαῖον τοίνυν πάλιν εἰπεῖν ἐκεῖνο τὸ εὐαγγελικόν· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ σαλευθῇ. Εἶδες τὸν οἰκοδομοῦντα τὴν οἰκίαν ἐπὶ τὴν πέτραν; Τί γὰρ δύναται δεδοικέναι ὁ γυμνὸς καὶ εὔζωνος, καὶ μηδεμίαν μηδενὶ παρέχων λαβήν; τί δύναται δεδοικέναι ὁ τὸν Θεὸν ἵλεω ἔχων καὶ εὐμενῆ; Ὥστε ἑκατέρωθεν αὐτῷ τὰ τῆς ἀσφαλείας, ἔκ τε τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς κάτωθεν εὐκολίας· καὶ οὐδὲν αὐτὸν παρασαλεῦσαι δύναται, οὐ ζημία χρημάτων, οὐκ ἐπήρειαι, οὐ συκοφαντίαι. Οὐ γὰρ ἔχει ἔνθα βλαβῇ, ἐντεῦθεν μεθορμισάμενος εἰς τὸν οὐρανὸν, εἰς χωρίον πονηρίᾳ πάσῃ καὶ ἐπιβουλῇ ἄβατον. Καὶ γὰρ ἴστε σαφῶς, ὅτι πᾶσαι αἱ ἐπιβουλαὶ περὶ χρήματα καὶ χρημάτων ἕνεκεν, καὶ περὶ ταῦτα τῶν ἀνθρώπων ἡ πᾶσα σπουδή. Ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ, Τίς δὲ τοῦ τοιούτου ὁ ἐχθρὸς, ἀλλ' ἢ οἱ πονηροὶ δαίμονες, καὶ αὐτὸς ὁ διάβολος; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἐλεημοσύνης ἐμνήσθη καὶ τοῦ κιχρᾷν καὶ τοῦ οἰκτείρειν· ἐλεημοσύνης δὲ μέτρα πολλά· ὁ μὲν γὰρ ἔλαττον, ὁ δὲ πλεῖον δίδωσιν· ἴδωμεν ποῖον ἐλεήμονά φησι, τὸν ἐκ τοῦ περισσεύματος παρέχοντα, ἢ τὸν τὰ ὄντα κενοῦντα. Εὔδηλον ὅτι τὸν τὰ ὄντα κενοῦντα, τὸν ἀφειδῶς κεχρημένον τῷ πράγματι· οἷον ὁ Παῦλος ζητεῖ λέγων· Ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Ὅρα δὲ πῶς καὶ ὁ Προφήτης ἄριστα ταῖς λέξεσι κέχρηται. Οὐ γὰρ εἶπε, Διέδωκε, διένειμεν, ἀλλ', Ἐσκόρπισεν, ὁμοῦ καὶ τὴν δαψίλειαν τοῦ παρέχοντος δηλῶν, καὶ σπόρον τὸ πρᾶγμα ὀνομάζων. Τοιοῦτον γὰρ οἱ σπείροντες· σκορπίζουσι τὰ ἀποκείμενα, καὶ τὰ δῆλα προδιδόασιν, ἵνα τὰ μέλλοντα λάβωσι. Τοῦτο συλλογῆς κρεῖττον· καὶ γὰρ οὕτω σκορπίζειν πολλῷ τοῦ συλλέγειν βέλτιον. Σκορπίζεται χρήματα, καὶ συλλέγεται δικαιοσύνη· σκορπίζεται τὰ μὴ μένοντα, ἵνα πορισθῇ τὰ μένοντα. Τοῦτο καὶ γηπόνοι ποιοῦσιν. Ἀλλ' ἐκεῖνοι μὲν ἐπ' ἀδήλοις· γῆ γάρ ἐστιν ἡ ὑποδεχομένη· σὺ δὲ εἰς τὴν χεῖρα τοῦ Θεοῦ, ὅθεν οὐδὲν ἔστιν ἀπολέσαι. Ὅταν οὖν ἴδῃς, ὅτι τὸ χρυσίον καλὸν, καὶ ὀκνήσῃς ἐκβαλεῖν, ἐννόησον τοὺς σπείροντας, ἐννόησον τοὺς δανείζοντας, ἐννόησον τοὺς ἐμπόρους, οἳ ἀπὸ δαπάνης ἄρχονται καὶ ἀναλωμάτων, καὶ ταῦτα ἕκαστος τούτων ἀδήλοις ἐγχειρίζων τοῖς πράγμασι· καὶ γὰρ καὶ κύματα καὶ κόλποι γῆς, καὶ γραμματεῖα τῶν ὀφειλόντων, πάντα ἄδηλα. Καὶ γὰρ πολλάκις ἐν τῷ κεφαλαίῳ τὴν ζημίαν ὑπέμειναν οἱ δανείσαντες· ὁ δὲ τὸν οὐρανὸν γεωργῶν, οὐδὲν τούτων δέδοικεν, ἀλλὰ καὶ περὶ τοῦ κεφαλαίου καὶ περὶ τοῦ τόκου θαῤῥεῖν ἔχει, εἴ γε τὸ τοιοῦτον τόκον δεῖ καλεῖν, ἀλλ' οὐχὶ καὶ τοῦ κεφαλαίου πολλῷ πλέον. Τὸ μὲν γὰρ κεφάλαιον χρήματα· ὁ δὲ τόκος οὐρανῶν βασιλεία. Εἶδες δανείσματος φύσιν, τοῦ κεφαλαίου πολλῷ μείζονα ἔχουσαν τὸν τόκον; Καὶ ταῦτα μὲν ἐν τῷ μέλλοντι· ἐν δὲ τῷ παρόντι ἐλευθερίας ἀπολαύσῃ πολλῆς. Τὸ ἀνεπιβούλευτον ἕξεις, τῶν συκοφαντῶν καὶ τῶν ἐπιβουλευτῶν τὴν ἐπιθυμίαν σβέσεις· ἐν ἀδείᾳ βιώσῃ τὸν ἅπαντα βίον, οὔτε ταῖς φροντίσι τῶν ὄντων ἀποτεινόμενος, ἀλλὰ ταῖς ἐλπίσι τῶν μελλόντων πτερούμενος. Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὃ μάλιστα ποθεινὸν ἀνθρώποις, τοῦτο συνεχῶς τίθησι, τὸ λαμπρὸν καὶ ἐπίσημον, ὃ καὶ ἐκεῖ αὐτοὺς διαδέξεται, καὶ ἐνταῦθα αὐτοῖς μετὰ πολλῆς ἔσται τῆς περιουσίας. Οὐδεὶς γὰρ οὕτω λαμπρὸς καὶ ἐπίδοξος, ὡς ὁ ἐλεήμων.