Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-27
Not analysed yet
Ἀλλ' ἴδωμεν λοιπὸν τοὺς ἀλλοτρίους, πῶς αὐτοὺς ὑπέγραψε καὶ ὁ προφήτης, εἰπών· Ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Εἶδες τίνας φησὶν ἀλλοτρίους; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς ἀδικίας ἐρῶντας, τοὺς τὰ ἀνόητα φθεγγομένους, τοὺς οὐδὲν χρήσιμον λέγοντας. Ἐπιγίνωσκε τοίνυν τοὺς ἀλλοτρίους ἀπὸ τοῦ στόματος, ἀπὸ τῶν ἔργων· ὥσπερ καὶ ὁ Χριστός φησιν· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καθάπερ γὰρ ἐν τοῖς στρατοπέδοις πολλά τινα δίδονται συνθήματα καὶ σημεῖα, ἵν' εἴποτε ἡ νυκτομαχία γένοιτο, ἢ κόνις ἀρθεῖσα τὰ τῆς νυκτὸς ἐπιδείξαιτο, ἢ καὶ ἑτέρα τις γένοιτο σύγχυσις καὶ ταραχὴ, μὴ τὸν οἰκεῖον ὡς τὸν πολέμιόν τις ἴδῃ, μηδὲ τὸν ἐναντίον ὡς οἰκεῖον· οὕτω καὶ ἐνταῦθα δίδωσί σοι συνθήματα ὁ προφήτης, δι' ὧν δυνήσῃ τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον γνωρίζειν, οἷον ἀφ' ὧν φθέγγεται, ἀφ' ὧν ποιεῖ, λέγων· Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Καὶ γὰρ καὶ νῦν πόλεμός ἐστι καὶ μάχη, καὶ νυκτομαχία χαλεπωτάτη, δαιμόνων βαλλόντων, ἐπιθυμιῶν ἐπιβουλευουσῶν, λογισμῶν ἐπανισταμένων. Ἔστι καὶ ἐν τοῖς μεμυημένοις συνθήματα καὶ σύμβολα· κἂν βουληθῶμέν τινα, ἀμφιβάλλοντες εἴτε ἀμύητός ἐστιν, εἴτε μεμυημένος, ἐπιγνῶναι, ταῦτα ἐρωτῶντες μανθάνωμεν. Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τί τοίνυν τούτου χαλεπώτερον γένοιτ' ἂν, ὅταν τὴν εἰς βοήθειαν δεδομένην, εἰς ἐπιβουλὴν τρέπωμεν; Διὰ γὰρ τοῦτο ἔχομεν δεξιὰς, ἵνα καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀδικουμένοις ἀμύνωμεν, ἵνα ἀναιρῶμεν παρανομίας, ἵνα λιμὴν γενώμεθα καὶ καταφυγὴ τοῖς ἐπηρεαζομένοις. Τίνα οὖν ἂν ἔχοιεν συγγνώμην οἱ μὴ πρὸς σωτηρίαν ἑτέρων χρώμενοι τῷ ὅπλῳ τούτῳ, ἀλλὰ πρὸς ἀπώλειαν τὴν ἑαυτῶν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Ποία αὕτη πάλιν ἡ ἀκολουθία; Πολλὴ μὲν οὖν καὶ ἐνταῦθα. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ, Ἐξελοῦ με, καὶ σκόρπισον ἐκείνους, ἐπαγγέλλεται καὶ ἀμείβεσθαι τῆς συμμαχίας αὐτὸν ἀμοιβὴν, ἐκείνῳ μὲν οὐδὲν πλέον ποιοῦσαν, τῷ δὲ εἰσφέροντι τὴν ἀμοιβὴν τὸ κέρδος φέρουσαν. Τί δὲ αὕτη ἐστίν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Εἰ δὲ μικρὸν τοῦτο πρὸς τὸ μέγεθος τῆς εὐεργεσίας, ἀλλ' ὅπερ ἔσχεν. Ἐπεὶ καὶ ἡμεῖς παρὰ τῶν πενήτων καὶ οὐδὲν κεκτημένων οὐδὲν ἕτερον ἐπιζητοῦμεν, ἀλλ' ἢ εὐφημίαν καὶ εὐγνωμοσύνην. Ἀλλ' ἡμεῖς μὲν, ἵνα λαμπρότεροι γενώμεθα· ὁ δὲ Θεὸς, οὐκ ἐπειδὴ δεῖται, ἀλλ' ἵνα αὐτοὺς τοὺς ᾄδοντας λαμπροτέρους ἐργάσηται, καὶ ταύτῃ πάλιν αὐτοὺς εὐεργετήσῃ. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· τουτέστιν, Εὐχαριστήσω σοι. Ἀλλὰ τότε μὲν ὄργανα ἦν, δι' ὧν τὰς ᾠδὰς ἀνέφερον· νυνὶ δὲ ἀντὶ ὀργάνων κεχρῆσθαι ἔστι τῷ σώματι. Ἔστι γὰρ καὶ δι' ὀφθαλμῶν ᾄδειν, οὐ διὰ γλώττης μόνον, καὶ διὰ χειρῶν, καὶ διὰ ποδῶν, καὶ διὰ ἀκοῆς. Ὅταν γὰρ ἕκαστον τούτων ταῦτα πράττῃ, ἃ τῷ Θεῷ φέρει δόξαν καὶ αἶνον, οἷον ὅταν μὴ ἀκόλαστα ὀφθαλμὸς βλέπῃ, ὅταν μὴ πρὸς ἁρπαγὰς αἱ χεῖρες, ἀλλὰ πρὸς ἐλεημοσύνην ὦσι τεταμέναι, ὅταν πρὸς ψαλμῶν καὶ πνευματικῶν ἀκουσμάτων ὑποδοχὴν ὦσιν αἱ ἀκοαὶ παρεσκευασμέναι, ὅταν πρὸς ἐκκλησίαν οἱ πόδες τρέχωσιν, ὅταν ἡ καρδία δόλους μὴ ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ, γίνεται ψαλτήριον καὶ κιθάρα τοῦ σώματος τὰ μέλη, καὶ ᾄδει καινὴν ᾠδὴν, οὐ τὴν διὰ ῥημάτων, ἀλλὰ τὴν διὰ πραγμάτων. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν. Οὐ γὰρ στρατόπεδα καὶ πλήθη στρατιωτῶν, οὐδὲ σωματοφύλακες, ἀλλ' ἡ τοῦ Θεοῦ ῥοπὴ σώζειν εἴωθε. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ. Εἰπὼν τὸ κοινὸν, λέγει καὶ τὸ καθ' ἑαυτὸν, καὶ οὐκ εἶπε, Τῷ λυτρωσαμένῳ, ἀλλὰ, Τῷ λυτρουμένῳ, διηνεκῆ δεικνὺς αὐτοῦ τὴν πρόνοιαν.