Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-30
Not analysed yet
Ἀλλ' οἱ ὄφεις, φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δράκοντες, καὶ οἱ λέοντες, τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν τὸ κέρδος; Πολὺ καὶ ἄφατον, καὶ τῶν ἡμέρων οὐκ ἔλαττον. Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει, καὶ σωφρονεῖν παρασκευάζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει σε τῆς ἐν τῷ παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας, καὶ δείκνυσιν ὅσων κακῶν αἰτία ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα ἦν πρὸ τούτου τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ, ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ διαλέγεται, καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρεβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ τῆς τιμῆς. Ὅταν τοίνυν ἴδῃς λέοντα, ὅταν ἴδῃς ὄφιν, ἀναμιμνήσκου τῶν διηγημάτων, καὶ οὐ μικράν σοι παρέξει ταῦτα φιλοσοφίας ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ καὶ τοῦ Δανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν ἐπανῆλθεν εἰκόνα, εὐκαταφρόνητα ἦν αὐτῷ τὰ φοβερὰ θηρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν ἐντεῦθεν καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν οἰκονομίαν τὴν ἐπ' αὐτοῖς καὶ τὴν διάταξιν. Ποίαν δὲ ταύτην; Ὅτι καὶ τούτοις ἀφώρισε χωρία ἀπῳκισμένα τῶν πόλεων, τὰς ἐρημίας· καὶ οὕτω φοβερὰ ὄντα οὐκ ἐμφιλοχωρεῖ ταῖς πόλεσιν, οὐδὲ κατατρέχει τοὺς ἔνδον οἰκοῦντας, ἀλλὰ στέργει καὶ ἀγαπᾷ τὴν ἔρημον, ἄνωθεν τοῦ Θεοῦ τοῦτο αὐτοῖς συγκληρώσαντος, καὶ τόπον ἐπιτήδειον ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν. Ὅπερ καὶ ἀλλαχοῦ δείκνυσιν ὁ προφήτης, οὕτω λέγων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτηριασμένα, ἀλλ' ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα, οὕτως ἀπῴκισται καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ· κἂν μὴ σὺ τούτοις ἐπέλθῃς, αὐτὰ οὐκ ἔπεισιν, ἀλλ' ἐνδιαιτᾶται ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς καὶ δυσχεραίνεις, τίνος ἕνεκεν γέγονε θηρία, σφόδρα ἀνοηταίνεις. Ἂν γὰρ σὺ τὰ κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀνθρώπων πολλάκις χαλεπωτέραν ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προφανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονηρίαν τῷ τῆς ἐπιεικείας προσωπείῳ, ὅθεν καὶ πολλάκις ἐστὶ δυσφύλακτος. Ἀλλ' ἐὰν νήφῃς, οὔτε θηρίον, οὔτε ἄνθρωπός σε δεινόν τι ἐργάσεται, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος, ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων στεφάνων αὐτῷ γέγονεν ἀφορμή; τί λέγω θηρίον καὶ ἄνθρωπον, ὅπου γε καὶ ὑπὸ τῶν ἐν σοὶ κειμένων στοιχείων ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγματος, ἂν ἀμετρίᾳ τινὶ τὴν τούτων πλεονεξίαν περιίδῃς; Οὕτω πανταχόθεν νηφούσης χρεία διανοίας. Ἀλλ' ὥσπερ ῥᾳθυμῶν μεγίστην ἐντεῦθεν ὑποστήσῃ βλάβην, οὕτω νήφων καὶ ἐγρηγορὼς οὐ τὴν τυχοῦσαν καρπώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή. Καὶ δεῖ μετὰ ἀρίστου λόγου ταῦτα οἰκονομεῖν, ὡς καρποῦσθαί τι παρ' αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος, ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ, ἅπερ ἐὰν ἀφῇς εἰς ἀμετρίαν ἐξελθεῖν, νοσήματα γίνεται, κολαζόμενα δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέγονεν ἀπωλείας ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέτρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν καὶ μοιχείαν σε καταβάλλει πολλάκις. Μὴ δὴ τὰ πράγματα αἰτιῶ, ἀλλὰ πανταχοῦ τὴν σὴν γνώμην, ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων, οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων, πείσῃ τι δεινὸν καὶ ἀηδές. Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί. Ἄλλος, Πάντα φῦλα. Ἄρχοντες καὶ πάντες κριταὶ γῆς. Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων, Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Πάλιν ἕτερον ἐνταῦθα κινεῖ προνοίας εἶδος, τὸ τῶν ἀρχόντων· ὃ καὶ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους τίθησι, μετὰ πολλῆς τῆς συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολλῶν ἐν αὐτοῖς διεφθαρμένων, τοσαύτη τοῦ πράγματός ἐστιν ἡ χρεία, ὡς καὶ κακῶς διακειμένων πολλὴν γίνεσθαι τὴν ὠφέλειαν, ἐννόησον εἰ καλῶς μετεχείριζον οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι, πόσης ἂν τὸ γένος ἀπήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρχὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας.