Ancient Greek · ~12 min
ΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 5.1-25
Not analysed yet
Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώπων ἐπιμελούμενος, καὶ τοῦ μὴ θηρίων ἀλογώτερον διακεῖσθαι τοὺς πολλοὺς, ὥσπερ ἡνιοχείαν καὶ κυβερνητικὴν, οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. Κἂν ἄρχων τοίνυν ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμενος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον, καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν πονηρῶν ἐπιβουλεύεσθαι. Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων ὁ ψαλμὸς οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν αὐτὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. Διὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φησὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἄλλος, Ὅτι ὑπερέχον. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Ἄλλος, Καὶ ὁ ὕμνος αὐτοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμένων ἁπάντων αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν αἰνεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων χωρίς. Καὶ γὰρ καὶ πρὸ τούτων, καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντως θεῶν εἶπεν. Εἶτα ἀνάγων ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν, πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν μετατίθησιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν ὁρωμένων ἁπάντων ἀνάγει πάλιν αὐτὸν ὑπὲρ τὸν οὐρανὸν, λέγων· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτέστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ νοεραὶ οὐ παύονται εὐχαριστοῦσαι καὶ ἀνυμνοῦσαι, ἀλλ' ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν αὐτοὺς ἐπισπώμενος πρὸς μείζονα αὐτοῦ θεραπείαν, δεικνὺς ὅτι οὐ τῆς παρ' αὐτῶν δεόμενος θεραπείας, (πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην ἔχων τὴν δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην;) ἀλλὰ δι' ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς ἐποίησε καὶ λαμπροὺς πανταχοῦ τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς εἶπε, Τοῖς ἀνθρώποις, ἀλλὰ, Τοῖς ὁσίοις αὐτοῦ· καὶ πάλιν εἰπὼν, Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι αὐτῷ. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ Ὕμνος, Ἔπαινος εἶπεν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· ἐὰν ἦτε ὅσιοι, Ἐὰν ἐγγίζητε αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύτην δόξαν ἔχοντος. Δεῖ δὲ καὶ τὰ παρ' ἡμῶν λοιπὸν ἀκολουθεῖν, καὶ πολλῆς ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.