Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-18
Not analysed yet
Εἶδες τοὺς διὰ γέλωτος κολαζομένους; Ὅρα τοὺς διὰ θρήνων καὶ νηστειῶν σωζομένους, τοὺς Νινευίτας ἐννοήσας. Εἶδες τοὺς διὰ λοιδορίας τιμωρουμένους; Σκόπει τοὺς δι' εὐφημίαν μισθὸν λαμβάνοντας. Ὁ εὐλογῶν σε εὐλογημένος, καὶ ὁ καταρώμενός σε, ἐπικατάρατος. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς ὅτι οὐδὲ κεκλεῖσθαι δεῖ δι' ὅλου, οὐδὲ ἀνεῷχθαι εἰς πάντα, ἀλλ' εἰδέναι τὸν καιρὸν ἑκάστου; Ταῦτα καὶ ὁ προφήτης εἰδὼς ἔλεγε, Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Τίς δ' ἂν γένοιτο φυλακὴ ἄλλη, ἢ λογισμὸς φοβερῶς ἐφεστὼς, μετὰ χεῖρας ἔχων τὸ πῦρ τὸ μέλλον κατακαίειν τοὺς ἁπλῶς τῷ στόματι κεχρημένους; Τοῦτον στῆσον πυλωρὸν καὶ φύλακα ἀπειλοῦντα τῷ συνειδότι, καὶ οὐδέποτε ἀνοίξει τὴν θύραν ταύτην ἀκαίρως, ἀλλ' εἰς καιρὸν, καὶ ἐπὶ κέρδει καὶ μυρίοις ἀγαθοῖς. Διό τις ἔλεγε· Διὰ παντὸς μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Εἶδες πῶς καὶ οὗτος τοῦτον ἐπέστησε τὸν λογισμόν; Ἐγὼ δὲ καὶ φοβερώτερον ἐποίησα αὐτὸν, οὐχὶ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν, εἰπὼν αὐτὸν μετὰ χεῖρας ἔχειν. Ἂν τοῦτο ᾖ, οὐδὲ τεχθήσεταί τι πονηρὸν ἐν τῇ διανοίᾳ. Μετὰ τούτου καὶ ἕτερον αὐτῷ παράστησον τὸν λέγοντα, ὅτι παντὸς ῥήματος ἀργοῦ λόγον ἀποδώσεις ἐν ἡμέρᾳ κρίσεως. Ἐννόησον ὅτι καὶ ὁ θάνατος ἐντεῦθεν εἰσῆλθεν. Εἰ γὰρ μὴ διελέχθη ἡ γυνὴ πρὸς τὸν ὄφιν ἐκεῖνα ἃ διελέχθη, εἰ μὴ προσήκατο τὰ ῥήματα, οὐκ ἂν ἐδέξατο τὴν βλάβην, οὐκ ἂν ἔδωκε τῷ ἀνδρὶ, οὐκ ἂν ἔφαγεν ἐκεῖνος. Καὶ ταῦτα λέγω, οὐ γλῶτταν καὶ στόμα αἰτιώμενος· ἄπαγε· ἀλλὰ τὴν ἄκαιρον αὐτῶν χρῆσιν, ἣ παρὰ ῥᾳθυμίαν γίνεται τοῦ λογισμοῦ. Ἔστι δὲ καὶ ἄλλη ὁδὸς ἀπωλείας διὰ στόματος γινομένη, ὅταν φιλήματα αἰσχρὰ ᾖ καὶ ἀκάθαρτα, ὅταν δολερὰ καὶ ὕπουλα. Καὶ τούτοις τίθει φυλακήν. Τοιοῦτον φίλημα ἦν τὸ τοῦ Ἰούδα, δόλου γέμον· ἀλλ' οὐ τὸ τοῦ Παύλου τοιοῦτον, ᾧ φιλεῖν ἀλλήλους ἐκέλευσε, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· ὥσπερ οὐδὲ τοῦ Δαυῒδ τὸ πρὸς τὸν Ἰωνάθαν, ἀλλὰ ἅγιον καὶ σεμνὸν, καὶ γνησίας ἀγάπης γέμον, καὶ οἷον ἦν τὸ τῶν ἐπιπεσόντων τῷ τοῦ Παύλου τραχήλῳ, καὶ καταφιλούντων αὐτόν. Διὰ τοῦτό φησι· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν· οὐχ ἁπλῶς Θύραν, ἀλλὰ Περιοχῆς ἐπαγαγὼν, ὥστε περιέχειν τὸ πᾶν καὶ ἀσφαλίζεσθαι. Ἔστι καὶ ἕτερον εἶδος ἀπωλείας διὰ γλώττης, τὸ λέγειν. Διὰ τί τοῦτο; εἰς τί τοῦτο γέγονε; Διὰ τοῦτο καθαπτόμενος ὁ Παῦλος τῶν οὕτω φθεγγομένων ἀπερισκέπτως· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὐ στόμα δὲ δεῖ φυλάττειν μόνον, ἀλλὰ καὶ διάνοιαν πρὸ τοῦ στόματος. Διὸ καί τις ἔλεγε· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, ἵνα ἐν τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; Διὸ καὶ ὁ Χριστὸς ἔνδοθεν αὐτοὺς ἀναιρεῖ τοὺς πονηροὺς λογισμοὺς, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ ἀρχὴν λαβεῖν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Καὶ γὰρ Ὁ ὀργιζόμενος, φησὶ, τῷ ἀδελφῷ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Οὐ μικρὸν δὲ καὶ τὸ μὴ πολλὰ φθέγγεσθαι εἰς ἀσφάλειαν· διό φησιν, Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν· φειδόμενος δὲ χειλέων, νοήμων ἔσῃ. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Ἄλλος, Μὴ παρατρέψῃς τὴν καρδίαν μου εἰς λόγους πονηροὺς, ἐννοεῖν ἐννοίας παρανόμους. Τί δήποτε ἐναντίαν τὴν τάξιν ἐποιήσατο, καὶ πρότερον περὶ στόματος διαλεχθεὶς, τότε ἐπὶ τὴν καρδίαν ἦλθεν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τοῦτο ποιεῖ. Καθάπερ γὰρ ἐπὶ τῶν δεσμωτῶν τῶν βουλομένων ἐκφυγεῖν ἔργον προηγούμενον οἱ τὴν ἐπιμέλειαν ἔχοντες ποιοῦνται προκαταλαβεῖν τοῦ δεσμωτηρίου τὰς θύρας καὶ τοῦτο πάντες ἐσπουδάκασι, κἂν τοῦτο γένηται, τὸ λειπόμενον εὐδιόρθωτον· οὕτω δὴ καὶ οὗτος ἐνταῦθα ποιεῖ, καὶ δι' ὧν παραινεῖ, τοῦτο μονονουχὶ λέγει· Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. Διὰ τοῦτο οὐδὲ τὴν ἀρχὴν συγχωρεῖ ἔξωθεν εἰσελθόντας, καὶ τὴν πονηρὰν ἀνασπᾷ ῥίζαν, λέγων· Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει· μὴ γένοιτο· ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Μὴ ἀφῇς κλιθῆναι, μὴ ἀφῇς περιτραπῆναι εἰς ἐννοίας πονηράς. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς ἀρετῆς καὶ τῆς κακίας, ἀπὸ τῆς καρδίας. Τίνες δὲ οἱ λόγοι τῆς πονηρίας; Πολλοὶ καὶ διάφοροι. Καὶ γὰρ οἱ ἐπιβουλὰς ῥάπτοντες, οἱ τὸν Θεὸν διαβάλλοντες, οἱ ἀρετὴν ἀποστρεφόμενοι, οἱ κακίαν διώκοντες, οἱ περὶ δογμάτων διεφθαρμένων καὶ βίου ἠμελημένου ἡδέως ἀκούονται λόγοι, καὶ τὰ τοιαῦτα, ἐκ πονηρίας πολλῆς προϊέμενοι· ὥσπερ δέ εἰσιν ἔννοιαι καὶ ῥήματα πονηρίας, οὕτω καὶ ζωῆς. Διὸ καὶ ἔλεγον οἱ μαθηταὶ τῷ Χριστῷ, Ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Λέγεται δὲ ῥήματα ζωῆς, τὰ ζωὴν παρέχοντα· λέγεται δὲ καὶ ῥήματα σωτηρίας, τὰ σωτηρίαν περιποιοῦντα. Διὸ καί τις σοφὸς λέγει, Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Λόγοι πονηρίας καὶ οἱ πονηροὺς ποιοῦντες τοὺς λέγοντας.