Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 7.1-12
Not analysed yet
Ὥσπερ γάρ εἰσιν ἀέρες λοιμώδεις καὶ νοσοποιοὶ, οὕτω καὶ λόγοι. Ὅπερ γὰρ ἐργάζονται ἐν σώματι ἐκεῖνοι, τοῦτο οὗτοι τῇ παραδεχομένῃ ψυχῇ. Εὔχεται τοίνυν καὶ οὗτος δι' ὧν ἐπήγαγε, καὶ λέγει· Μὴ ἀφῇς τὴν καρδίαν μου δέξασθαι λόγους τοιούτους, μὴ ἀφῇς ἐκεῖ κλιθῆναι. Εἶδες πῶς δείκνυσι τὸ αὐτεξούσιον, καὶ ὅτι οὐκ ἐν ἑαυτῇ τὴν πονηρίαν ἡ φύσις ἔχει, ἀλλ' ἀπὸ ῥᾳθυμίας κλινομένη δέχεται; Τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Αὕτη μάλιστά ἐστιν ἡ τῆς ἀπωλείας ὁδὸς, ὅταν ἢ αὐτὴ ἡ ἁμαρτοῦσα ψυχὴ τὸν φόβον ἐκλύσῃ, καὶ προφάσεις τινὰς εἰς ῥᾳθυμίαν ἐπινοῇ· ἢ καὶ ὅταν, μοιχεύσαντός τινος, βουλόμενος ἕτερος ἐκλῦσαι αὐτοῦ τὴν κατάνυξιν, λέγῃ· Μὴ γὰρ σὺ αἴτιος; ἡ ἐπιθυμία αἰτία. Κακὸν γοῦν τὸ ἁμαρτεῖν, χαλεπώτερον δὲ αὐτὸ ποιεῖ τὸ ἀρνεῖσθαι μετὰ τὸ ἁμαρτεῖν. Τοῦτο μάλιστα ὅπλον τοῦ διαβόλου. Τοῦτο καὶ ἐπὶ τῶν πρωτοπλάστων ἐγένετο. Δέον γὰρ ὁμολογῆσαι τὸν Ἀδὰμ τὰ πεπλημμελημένα, ὁ δὲ ἐφ' ἑτέραν μεταφέρει τὴν αἰτίαν, κἀκείνη πάλιν ἐπὶ τὸν διάβολον. Δέον εἰπεῖν, Ἡμάρτομεν, ἠνομήσαμεν, οἱ δὲ οὐ μόνον οὐχ ὁμολογοῦσιν, ἀλλὰ καὶ ἀπολογίαν συντιθέασιν. Ὁ γὰρ διάβολος εἰδὼς, ὅτι ἡ ὁμολογία τῆς ἁμαρτίας λύσις ἐστὶ τῆς ἁμαρτίας, πείθει τὴν ψυχὴν ἀναισχυντεῖν. Ἀλλὰ σὺ, ἀγαπητὲ, ὅταν ἁμάρτῃς, εἰπὲ, ὅτι Ἥμαρτον· ταύτης τῆς ἀπολογίας οὐδὲν δικαιότερον. Οὕτω τὸν Θεὸν ἵλεων ποιεῖς· οὕτω καὶ σεαυτὸν ὀκνηρότερον εἰς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Ὅταν δὲ μέλλῃς προφάσεις οὐκ οὔσας ζητεῖν, καὶ ἀπαλλάττειν τὴν ψυχὴν τοῦ δέους, προθυμοτέραν αὐτὴν ἐργάσῃ πρὸς τὸ πάλιν ἐμφύρεσθαι τοῖς αὐτοῖς, καὶ τὸν Θεὸν μειζόνως παροξυνεῖς. Οὐδένα γὰρ τῶν ἁμαρτανόντων πρόφασις λείπει ἀναίσχυντος. Καὶ γὰρ ὁ ἀνδροφόνος τὸν θυμὸν αἰτιάσασθαι ἔχει, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ μοιχὸς τὴν ἐπιθυμίαν, καὶ ἕτερος τὴν δυναστείαν· ἀλλὰ ταῦτα προφάσεις εἰσὶν ἄλογοι, οὐδεμίαν ἀπολογίαν εὔλογον ἔχουσαι. Οὐδὲ γὰρ ἐκεῖνα ποιεῖ τὰς ἁμαρτίας, ἀλλ' αἱ γνῶμαι τῶν ἁμαρτανόντων. Καὶ ὅτι αὗται, ἀπὸ τῶν προσεχόντων τοῦτο ποιήσω φανερόν. Ὅταν γὰρ φαίνηται ἕτερος ἄνθρωπος, καὶ πενίᾳ συζῶν, καὶ ἐπιθυμίαν ἔχων, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενος, καὶ ταῦτα μὴ ἁμαρτάνων, ποίαν ἕξουσιν οὗτοι ἀπολογίαν; Διὰ τοῦτο σοφός τις καλῶς οὕτως εἶπε· Τίς δώσει ἐπὶ διανοίας μου μάστιγας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; Ὅρα τὸν Δαυῒδ οὐ προφασιζόμενον ἡνίκα ἥμαρτεν, ἀλλὰ λέγοντα· Ἡμάρτηκα τῷ Κυρίῳ. Καίτοι γε εἶχεν εἰπεῖν· Τί γὰρ ἐγυμνοῦτο ἡ γυνή; τί γὰρ ἐλούετο πρὸ τῶν ὀφθαλμῶν τῶν ἐμῶν; Ἀλλ' ᾔδει ὅτι ταῦτα πρόφασις ἦν ἄλογος· καὶ διὰ τοῦτο ἦλθεν ἐπὶ τὴν σαφῆ ἀπολογίαν, τῷ εἰπεῖν, Ἥμαρτον. Ἀλλ' οὐχ ὁ Σαοὺλ οὕτως, ἀλλ' ἐγκαλούμενος περὶ τῆς ἐγγαστριμύθου, ἔλεγε, Θλίβομαι, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί. Διὰ δὴ τοῦτο μάλιστα ἐκολάζετο. Δέον γὰρ εἰπεῖν, Ἥμαρτον, καὶ, Παρηνόμησα· ὁ δὲ τοῦτο μὲν οὐκ εἶπε, περιήρχετο δὲ προφάσεις ἀλόγους ζητῶν. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Τοῦτο ἐπήγαγε δεικνὺς, ὅτι ἐκείνων ἐστὶ μάλιστα τὸ προφασίζεσθαι, τὸ ἀναισχυντεῖν. Διὰ δὴ τοῦτο καὶ ὁ Δαυῒδ συνεχῶς ἀντὶ ἀρετῆς τοῦτο προβάλλεται, τὸ φεύγειν τοὺς τοιούτους συλλόγους, μᾶλλον δὲ καὶ ἐντεῦθεν τοῦ βιβλίου παντὸς ἄρχεται λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε. Δι' αὐτὸ δὲ τοῦτο εὑρίσκεις αὐτὸν ἀεὶ ἐν τοῖς ἁμαρτήμασιν εὐγνώμονα. Ὅτε γοῦν ἠρίθμησε τὸν λαὸν, ἔλεγεν· Ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα. Οὐκ εἶπε· Τί γάρ ἐστι, ὅτι ἠρίθμησα; ἀλλ' ἑαυτὸν καταδικάζει, διὸ καὶ συγγνώμης τυγχάνει. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεων ποιεῖ, ὡς τὸ τὰ οἰκεῖα ὁμολογεῖν ἁμαρτήματα. Τοῦτο γένοιτ' ἂν ἐκ τοῦ φεύγειν τοὺς συλλόγους τοὺς ἐκλύοντας τὸν ἐκ τῶν ἁμαρτημάτων φόβον, καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλοντας. Διὸ καὶ Παῦλος καὶ Ἱερεμίας πολὺν ὑπὲρ τούτου ποιοῦνται λόγον, φεύγειν κελεύοντες ἑκάτεροι τῶν πονηρῶν τὰς συνουσίας, καὶ τῶν οὕτω ῥᾳθύμων. Καὶ ὁ Ἰὼβ δὲ ἐν τάξει ἀρετῆς καὶ τοῦτο τίθεται λέγων· Εἰ ἤμην πορευόμενος μετὰ γελοιαστῶν. Οὗτος δὲ μηδὲ καθίσαι δείκνυσιν ἑαυτὸν μετὰ τοιούτων, λέγων· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων. Διά τοι τοῦτο καὶ Παῦλος οὐκ ἀφίησι συνεσθίειν τοῖς πονηροῖς, οὐδὲ ἁπλῶς συγγίνεσθαι, λέγων· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ἕτερος, Μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Ἄλλος, Μὴ συναυλισθῶ ἐν ταῖς τερπνότησιν αὐτῶν. Τὸ ἀποστολικὸν ἐνταῦθα λέγει, ὅτι καὶ τρυφὰς αὐτῶν καὶ συμπόσια φεύγειν δεῖ, ἔνθα μάλιστα τὰ τῆς ἁμαρτίας αὔξεται, ἔνθα πλείων ἡ ἄδεια γίνεται.