Ancient Greek
ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 7.1-3
Not analysed yet
Ἂν γάρ τις ἐννοήσῃ πόσα δι' αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Ἕτερος, Βραχύ τι παρὰ Θεόν. Ἄλλος, Ὀλίγον παρὰ Θεόν. Ὁ δὲ Ἑβραῖος, Οὐθασρηοῦ μὰτ μὴ ἐλωείμ. Ἐνταῦθα τῆς καταδίκης ἀνέμνησε, καὶ τῆς ἁμαρτίας τῆς παλαιᾶς, τὸν θάνατον εἰς μέσον ἀγαγών. Ἀλλὰ καὶ τοῦτον ὁ Μονογενὴς ἐλθὼν ἔλυσε. Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Ἄλλος, Δόξῃ καὶ ἀξιώματι στέψεις αὐτόν. Ἔστι μὲν καὶ κατὰ ἱστορίαν, ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλαβεῖν. Λέγει γὰρ αὐτοῦ καὶ τὴν ἀρχὴν, ἣν ἐνεχειρίσθη γενόμενος· λέγει καὶ τὰ μετὰ ταῦτα ἀγαθὰ, ὧν μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ ἀπέλαυσε. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἤκουσεν· Ὁ τρόπος ὑμῶν καὶ ὁ φόβος ὑμῶν ἐπὶ πάντα τὰ θηρία τῆς γῆς. Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Μετὰ δὲ ταῦτα· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλὰ ταῦτα ἀφεὶς, ἀπὸ τῶν ταπεινοτέρων ὑφαίνει τὸν λόγον, ἐκεῖνα συνιδεῖν καταλιμπάνων τοῖς ὀξύτερον δυναμένοις ὁρᾷν. Ἡ γὰρ δόξα ἡ μείζων καὶ ἡ τιμὴ, τὰ ἐπὶ τῆς Καινῆς Διαθήκης γενόμενα, ὅταν κεφαλὴν ἔχῃ τὸν Χριστὸν, ὅταν εἰς τὸ σῶμα αὐτοῦ τελῇ, ὅταν ἀδελφὸς καὶ συγκληρονόμος γένηται καὶ σύμμορφος τοῦ σώματος αὐτοῦ, ὅταν μείζονα Μωϋσέως λαμβάνῃ δόξαν, ὥσπερ ὁ Παῦλος ἐδήλωσε, δεικνὺς ὅτι οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα, ἀλλὰ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμεθα. Διὸ καὶ λέγει· Οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ταύτην οὖν φησιν ὁ Προφήτης τὴν δόξαν κατὰ ἀναγωγήν. Τί γὰρ ταύτης ἴσον, ὅταν συγχορεύωμεν ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα, ὅταν μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ ἡμῶν φείδηται; Ποίας ἁλουργίδος, ποίου διαδήματος ταῦτα οὐ λαμπρότερα, ὅταν θανάτου καταγελῶμεν, ὅταν πρὸς τὴν τῶν ἀσωμάτων δυνάμεων ἀπάθειαν μεθορμιζώμεθα, οἱ ἠτιμωμένοι πρὸ τούτου, καὶ ἄδοξοι, καὶ βδελυροί; Ὁ Ἀδὰμ οὔτε κακόν τι, οὔτε ἀγαθὸν ἐργασάμενος, ἐτιμήθη εὐθέως γενόμενος. Πῶς γὰρ ἂν εἰργάσατο ὁ μὴ ὤν; Ἡμεῖς δὲ μυρία ἐργασάμενοι δεινὰ, πολλῷ πλείονος ἀπελαύσαμεν τιμῆς. Οὐκέτι, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Οὐκέτι ἡμᾶς ἐπαισχύνονται ἄγγελοι, ἀλλὰ καὶ διακονοῦσι πρὸς τὴν ἡμετέραν σωτηρίαν. Καὶ γὰρ πρὸς Φίλιππον ἦλθεν ἄγγελος, καὶ πρὸς ἑτέρους πολλούς· καὶ εὐηγγελίζοντο ἀνθρώποις. Οὐκ ἐπὶ γῆς δὲ κληρονόμοι, ἀλλὰ κοινωνοὶ τῶν οὐρανίων ἀγαθῶν ἐσμεν, καὶ μέτοχοι τοῦ Χριστοῦ, καὶ εἰς κοινωνίαν καλούμεθα τοῦ Μονογενοῦς. Ταῦτα πάντα διὰ τῆς δόξης καὶ τῆς τιμῆς αἰνίττεται. Διὸ καὶ ἔλεγε, Δόξῃ καὶ τιμῇ στέψεις αὐτὸν, τὸ μέλλον προαναφωνῶν. Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἄλλος, Ἐξουσιάζειν ἐποίησας αὐτὸν τῶν ἔργων τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Ἄλλος, Τὰ ἄγρια. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ περὶ δημιουργίας διαλεγόμενος, οὐ τῶν ἄνω δυνάμεων ἅπτεται μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ αἰσθητὰ κατάγει τὸν λόγον· οὕτω καὶ περὶ τιμῆς τῆς εἰς ἀνθρώπους γεγενημένης διδάσκων, αἰνιξάμενος ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ ἀσώματα, ἅπερ ἀπηρίθμησε, νῦν τοῖς αἰσθητοῖς ἐνδιατρίβει πλέον, ἅπερ σαφέστερα ἐκείνων ἦν τοῖς παχυτέροις. Τίνα δὲ ταῦτα ἦν; Ἡ ἀρχὴ ἡ ἐπίγειος αὐτῷ δοθεῖσα. Καὶ τὸ δὴ θαυμαστὸν, καὶ ὃ μάλιστα ᾐνίξατο, ὅτι τιμηθέντα αὐτὸν πρὸ τῆς παραβάσεως, οὐδὲ μετὰ τὴν ἁμαρτίαν ἐξέβαλε τῆς τιμῆς. Ἠλάττωσας γὰρ, φησὶν, αὐτὸν βραχύ τι παρ' ἀγγέλους, τουτέστι, Θανάτῳ κατεδίκασας ἁμαρτόντα· οὐ μὴν ἐπειδὴ θανάτῳ κατεδίκασας, ἐγύμνωσας αὐτὸν τῆς δωρεᾶς. Διά τοι τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν. Εἰ δὲ μικρόν τι ὑφεῖλε, καὶ τοῦτο τῆς κηδεμονίας αὐτοῦ. Πρὸ μὲν γὰρ τῆς παρακοῆς, καὶ θηρίων ἐκράτει· μετὰ δὲ τὴν παρακοὴν ὀλίγον δὴ τῆς ἐξουσίας ταύτης ὑπετέμνετο. Κρατεῖ μὲν γὰρ αὐτῶν καὶ νῦν τέχναις τισὶ, μετὰ φόβου δὲ καὶ τρόμου. Οὔτε γὰρ πᾶσαν ἀφείλετο τὴν ἀρχὴν, οὔτε πᾶσαν εἴασεν, ἀλλ' ὅσα μὲν αὐτῷ πρὸς τροφὴν καὶ ἐργασίαν ἦν ἐπιτήδεια, εἴασεν ὑποκεῖσθαι· τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ. Ὥστε καὶ ἀπὸ τοῦ μὴ σφόδρα ἡμῖν ὑποτάττεσθαι μέγα κέρδος ἐγίνετο. Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη; τί δὲ πλέον ἀπὸ τοῦ πάρδαλιν ἔχειν τιθασσόν; Οὐδὲν, ἀλλ' ἢ ἀλαζονεία μόνον καὶ ἀπόνοια. Διὰ δὴ τοῦτο ταῦτα μὲν εἴασεν ἔξω μένειν τῆς ἀρχῆς, τὰ δὲ χρήσιμα ἡμῖν χειροήθη πεποίηκε, βοῦν ἀροῦντα, καὶ πρόβατον περιβάλλον τὴν τοῦ σώματος γύμνωσιν, καὶ κτήνη πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἐπιτήδεια, ὄρνιθας καὶ ἰχθύας, ὥστε καὶ τράπεζαν ἡμῖν εἶναι δαψιλεστέραν.