Ancient Greek
ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 8.1-3
Not analysed yet
Καθάπερ γάρ τις υἱὸν ἀποκληρονόμον ποιῶν, οὐ πάντων ἐκβάλλει, ἀλλὰ μέρους τινὸς, ἵνα σωφρονίσῃ, οὕτω δὴ καὶ ὁ Θεός· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλ' ἀπεναντίας. Ὁ μὲν γὰρ ἄνθρωπος ἀποκληρονόμον ποιῶν, τοῦ πλείονος ἐκβάλλει μέρους, τὸ δὲ ἔλαττον ἀφίησιν· ὁ δὲ Θεὸς τὸ πλέον ἀφεὶς, ὀλίγου τινὸς ἐξέβαλε, καὶ τοῦτο πρὸς ὠφέλειαν, ἵνα μὴ πάντων εὐκόλως περιγίγνηται τῶν ἄλλων. Ἀλλὰ καὶ τοῦτο τῆς τοῦ Θεοῦ κηδεμονίας· τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων (ἐπειδὴ πάντα μετ' εὐκολίας ἔχων ἐξετραχηλίσθη), ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν· ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν. Εἰ δὲ λέγοι τις· Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων; ἐροῦμεν· Πρῶτον μὲν ψυχῆς ταπεινοφροσύνην ἐργάζεται, καὶ ἐναγώνιον ποιεῖ τὸν ἄνθρωπον, καὶ τὸν σφόδρα ἀλαζόνα τῆς οἰκείας ἀναμιμνήσκει φύσεως, ὅταν τὸ ἄλογον αὐτῷ φοβερὸν ᾖ. Πολλὰ δὲ καὶ σώμασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται. Ὁ δὲ ταῦτα ἐρωτῶν, τί δήποτε γέγονε τὰ ἄγρια θηρία. ἐρωτήσει καὶ τί ποτε φλέγμα καὶ χολὴ ἐν ἡμῖν; Καὶ γὰρ καὶ ταῦτα, ἂν παροξυνθῇ, θηρίου χαλεπώτερον ἔξεισι, καὶ τῷ σώματι παντὶ λυμαίνεται. Καὶ θυμὸς δὲ ἡμῖν ἔγκειται, καὶ ἐπιθυμία πάλιν· καὶ ταῦτα θηρίων χαλεπώτερον λυμαινόμενα μὴ κατείργοντας αὐτὰ καὶ χαλινοῦντας. Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν, ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περιέβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας; Ἀλλ' οὐ διὰ τοῦτο ἐροῦμεν· Διὰ τί ταῦτα γέγονεν; Ἀλλὰ καὶ χάριν εἰσόμεθα πάντων ἕνεκεν τῷ Δεσπότῃ. Ὅπερ γάρ ἐστιν ἱμὰς τῷ παιδὶ, τοῦτο θηρίον ἀνθρώποις. Εἰ γὰρ τοσούτοις συνεχόμενοι δεινοῖς εἰς τοσαύτην ἀπόνοιαν οἱ πλείους αἴρονται, ἂν καὶ τοῦτον περιέλῃς τὸν χαλινὸν, ἐννόησον ποῦ τὰ τῆς κακίας προβήσεται. Διὰ τοῦτο καὶ τὸ σῶμα ἡμῖν οὕτω κατεσκεύασται, ἐπίνοσον, παθητὸν, ὑπὸ μυρίων πολιορκούμενον κακῶν· καὶ ἡ γῆ μετὰ πόνων τὰ αὑτῆς δίδωσι· καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει. Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται. Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ Δεσπότης. Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα, καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα; Ἀπὸ μέρους τὸ πᾶν ᾐνίξατο, καὶ τοῖς φιλομαθέσι τὸν περὶ τούτων ἀφῆκε λόγον. Καὶ πάλιν εἰς τὸ αὐτὸ καταλύει τέλος, ὅθεν καὶ ἤρξατο· Κύριε ὁ Κύριος ἡμῶν· καὶ πρὸ τῆς ἀποδείξεως, καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ τιθεὶς ῥήματα. Μένωμεν τοίνυν διηνεκῶς καὶ ἡμεῖς τὰ αὐτὰ λέγοντες, θαυμάζοντες αὐτοῦ τὴν κηδεμονίαν, ἐκπληττόμενοι τὴν σοφίαν, τὴν φιλανθρωπίαν, τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. Καὶ ταῦτα μὲν ἡμῖν εἰς ἑρμηνείαν εἴρηται. Εἰ δὲ βούλεσθε, καὶ ἀγωνιστικώτερον τὸν λόγον μεταχειρίσωμεν, καὶ ἐρώμεθα Ἰουδαίους, ποῦ παιδία φωνὴν ᾖσε; ποῦ δὲ κατέλυσεν ἐχθρὸν ἡ τοιαύτη φωνή; πότε δὲ θαυμαστὸν γέγονεν αὐτοῦ τὸ ὄνομα; Ἀλλ' οὐκ ἂν ἔχοιεν ἕτερον καιρὸν εἰπεῖν, ἢ τοῦτον, ὃς ἡλίου φανότερον δείκνυσι τῆς ἀληθείας τὴν δύναμιν. Διὰ τοῦτό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· καίτοι γε Μωϋσῆς ἤδη εἶπεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλὰ πρὸς μὲν Ἰουδαίους ἀρκεῖ καὶ ταῦτα, καὶ τὰ ἔμπροσθεν εἰρημένα· ἐπειδὴ δὲ οἱ χωρὶς περιτομῆς τὰ ἐκείνων μιμούμενοι καὶ ζηλοῦντες, οἱ Παύλου τοῦ Σαμοσατέως, ἐκ τότε φασὶν εἶναι τὸν Χριστὸν, ἐξ οὗ ἀπὸ Μαρίας προῆλθεν, ἐρώμεθα κἀκείνους, πῶς, εἰ ἐκ τότε ἦν ὁ Χριστὸς, τοὺς οὐρανοὺς ἐδημιούργησε; Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς. Εἰ δὲ δημιουργὸς τῶν οὐρανῶν, πρότερος ἂν εἴη τῶν οὐρανῶν λοιπόν· καὶ οὐκ ἀπὸ Μαρίας ἔσχε τὴν ἀρχὴν, ἀλλὰ καὶ πρὸ τῆς Μαρίας ἦν. Καὶ σκόπει τοῦ Προφήτου τὴν σοφίαν. Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα. Διό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὐχ ὅτι δακτύλους ἔχει ὁ Θεὸς, ἀλλὰ τῆς ἐλαχίστης ἐνεργείας τὰ ὁρώμενα δεικνὺς, τοῖς συντρόφοις ἡμῖν ὀνόμασι τὰ ὑπὲρ ἡμᾶς διδάσκων. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ὁ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· οὐ δράκα καὶ σπιθαμὴν δηλῶν ταῦτα λέγει, ἀλλὰ τὸ ἀπέραντον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι βουλόμενος. Πῶς οὖν τολμῶσί τινες ὑπουργὸν λέγειν τὸν Υἱόν; Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι· τί λέγω ὅλην; ἀλλ' οὐδὲ τὴν ἐλαχίστην, ἀλλὰ τὸ μικρότατον· πῶς ἂν εἴη ὑπουργὸς οὗτος; πῶς ὑπουργὸς, εἰ Ἅπερ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ποῦ γὰρ τὸ, Ὁμοίως, εἰ ὁ μὲν ὑπουργὸς, ὁ δὲ δημιουργός; πῶς δὲ αὐτοῦ τὰ ἔργα εἶναί φησι, ποτὲ μὲν λέγων, Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ἐνταῦθα δὲ, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου; Οὐ γὰρ τῶν ὑπουργῶν, ἀλλὰ τῶν δημιουργῶν τὰ ἔργα· κἂν ὑπουργὸς ᾖ τις, οὐκ ἐκείνῳ λογίζεται τὸ ἔργον, ἀλλὰ τῷ δημιουργοῦντι. Ἄρα καὶ τὰ ἔμπροσθεν εἰρημένα τῷ Μωϋσεῖ, περὶ τοῦ Υἱοῦ εἴρηται, τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο.