Ancient Greek
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 8.1-4
Not analysed yet
Εἶδες πῶς ποικίλλει τὸν λόγον, καὶ τὴν ἄνωθεν φέρων τιμωρίαν, καὶ τὴν ἀπὸ τῆς κακίας ἐπάγων δίκην; Πῶς τὴν ἄνωθεν τιμωρίαν; Γινώσκεται Κύριος, φησὶ, κρίματα ποιῶν. Πῶς τὴν ἀπὸ τῆς κακίας δίκην; Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Καὶ πάλιν τὴν ἀπὸ τῆς πονηρίας· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει· οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν· ἀλλ' ἑκατέρωθεν ἀσφαλίζεται τὸν λόγον. Διό φησιν· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη. Ἄλλος, Ταρσῶν αὐτοῦ. Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς· σεαυτῷ γὰρ πλέκεις τὰ δίκτυα. ᾨδὴ διάψαλμα. Ἄλλος, Φθογγὴ ἀεί. Ἄλλος, Μελῴδημα ἀεί. Ὁ δὲ Ἑβραῖος, Ἐγγαὼν σέλ. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἄλλος, Ἀναστρέψουσι. Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἄλλος ἑρμηνευτής φησιν· Οὐ γὰρ εἰς τέλος ἡ προσδοκία τῶν πράων ἐπιλησθήσεται. Καλῶς εἶπεν, Εἰς τέλος, δεικνὺς ὅτι οὐκ ἀεὶ ἄνεσίν τις ἐπιζητεῖ. Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Δίκην δώσουσιν οἱ πονηροὶ, καὶ τὰ ἔσχατα πείσονται. Οὐ γὰρ ἀνέξεται ὁ Θεὸς διὰ παντὸς τοὺς ἀδικουμένους ἐν ἐπιβουλαῖς εἶναι. Ἐντεῦθεν καὶ τούτους παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας· πένητας οὐχ ἁπλῶς, ἀλλὰ τοὺς συντετριμμένους τῇ καρδίᾳ. Οὗτοι γὰρ μάλιστά εἰσι καὶ πρὸς ὑπομονὴν ἐπιτήδειοι· μᾶλλον δὲ ἄλληλα συγκατασκευάζει ταῦτα, ἡ ταπεινοφροσύνη τὴν ὑπομονὴν, ἡ ὑπομονὴ τὴν ταπεινοφροσύνην. Εἰ δέ τις εἴποι· Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη; ἐκεῖνο ἐροῦμεν, ὅτι αὕτη ἐπιτηδειοτέρα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ πλουτῶν ἀλύει, καὶ θορυβεῖται· ὁ δὲ πένης πάντα ῥᾳδίως φέρει, καθάπερ ἐν παλαίστρᾳ τῇ πενίᾳ πολλάκις γυμναζόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι δύσκολον μετὰ πλούτου εἰς τὴν βασιλείαν εἰσελθεῖν. Τί ἐστιν, Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος; Οὐδέποτε, φησὶν, ἀλλὰ πάντως ἀπολήψεται τὸν οἰκεῖον καρπόν. Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ' ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων. Καὶ γὰρ καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος· πολλάκις δὲ ὑπὸ τῆς τῶν ἀέρων ἀνωμαλίας ἀμφότεροι τοῦ καρποῦ τῶν πόνων ἐκπίπτουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πάντως ἀπολαῦσαι τοῦ τέλους. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἄλλος, Μὴ θρασυνέσθω. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Ἄλλος, Καὶ κατὰ πρόσωπόν σου. Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ' ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους, οὕτω παρακαλεῖν τὸν Θεόν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Τί δέ ἐστιν, Ἀνάστηθι, Κύριε; Ἐπέξελθε, φησὶ, βοήθησον, κόλασον τοὺς ἀδικοῦντας. Καὶ καλῶς τοῖς ὀνόμασι γυμνοῖς ἐχρήσατο, εἰπὼν, Ἀνάστηθι, καὶ, Μὴ κραταιούσθω ἄνθρωπος· ὥστε δηλῶσαι, ὅτι ὁ εὐτελὴς, ὁ ἀπὸ γῆς, ὁ τέφρα καὶ, σποδός. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τί ἐστι τοῦτο; Δότωσαν δίκην, φησὶ, τῶν ἁμαρτημάτων. Οὐ γεγόνασι τῇ μακροθυμίᾳ βελτίους· ἀπαίτησον εὐθύνας τῶν τετολμημένων. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοῖς. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διάψαλμα. Ἄλλος, Ἀεί. Τί ἐστι, Κατάστησον νομοθέτην αὐτοῖς; Ἐπεὶ, φησὶ, καθάπερ ἐν αὐτονομίᾳ πάντα πράττουσι, μὴ θέλοντες διδόναι δίκην, ἐπέξελθε, καὶ γενέσθω αὐτοῖς ἡ τιμωρία ἀντὶ νουθεσίας. Τοῦτο καὶ ἕτερος δηλῶν εἶπε, Κατάστησον, Κύριε, φόβημα αὐτοῖς. Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν. Ἔσται γὰρ ἡ τιμωρία αὐτοῖς, φησὶν, ἀντὶ νουθεσίας· οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ ἵνα μάθῃς ὅσον τὸ κέρδος, καὶ πῶς καταστέλλει νόσημα, ἄκουε τοῦ ἑξῆς. Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Καὶ καλῶς προσέθηκε τὸ, Ἀεὶ, ἵνα δηλώσῃ, ὅτι οὐκ ἐν ταῖς δυσπραγίαις μόνον, ἀλλὰ καὶ ἐν ταῖς εὐημερίαις. Ἀλλὰ γάρ, ἂν κολάσῃς αὐτοὺς νῦν, ἔχοντες τὸν φόβον ἀκμάζοντα, καὶ τὴν μνήμην τῶν συμβεβηκότων δεινῶν, κἂν εἰς εὐημερίαν ἔλθωσιν, εἴσονται τὴν ἑαυτῶν φύσιν.