Ancient Greek
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 9.1-4
Not analysed yet
Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον. Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσι; Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν· μὴ γένοιτο. Ἐπεὶ καὶ πολλοὶ τῶν θλιβομένων ὑπὸ τῆς ὀδύνης πρὸ τοῦ προσήκοντος καιροῦ ἀξιοῦσι γενέσθαι τὴν κρίσιν· καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα· ἐπιβλαβῆ μὲν χάριν αἰτοῦντες, τῷ δὲ μὴ φέρειν τὰς ὀδύνας τοῦτο πάσχοντες. Καὶ πολλάκις πρὸς τοὺς ἰατροὺς βοῶσιν, Ἐβασάνισάς με, ἀπώλεσάς με, ἀνεῖλές με· ἀλλ' οὐκ ἔστι ταῦτα τῆς διανοίας ῥήματα, ἀλλὰ τῆς ὀδύνης. Οὕτω δὴ πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέροντες. Καὶ ὁ Σοφονίας δὲ τοιοῦτόν τινα μεταχειρίζει λόγον. Ἀλλὰ ταῦτα ἐν τῇ Παλαιᾷ, ὅτε σύμμετρα ἦν τὰ σκάμματα· τῆς δὲ ἐν τῇ Καινῇ πόῤῥω ταῦτα φιλοσοφίας. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἄλλος, Συλληφθήτωσαν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης· ὅτι πρὸ τῆς κολάσεως καὶ τῆς τιμωρίας ὀδυνᾶται ὁ ἀδικούμενος, οὐ φέρων τὴν εὐημερίαν τοῦ πονηροῦ. Οὐ μικρὰ δὲ καὶ τοῦτο τιμωρία. Εἶτα ἀξιοῖ δοῦναι αὐτοὺς δίκην, καὶ αὐτοῖς περιτραπῆναι τὰς ἐπιβουλὰς αὐτῶν· καὶ λέγει κακίας εἶδος ἀφόρητον. Ποῖον δὴ τοῦτο; Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐφ' οἷς, φησὶν, αἰσχύνεσθαι, ὑπὲρ τούτων θαυμάζεται, ἐπαινεῖται. Πῶς δ' ἂν γένοιτο τούτου ἴασις λοιπὸν, ὅταν ἐπαινῆται ἡ κακία; Καὶ γὰρ καὶ νῦν τοῦτο γίνεται. Ὁ δεῖνα θαυμάζεται ὡς δυνάστης· ὁ δεῖνα ὡς ἐχθροὺς ἀμυνόμενος· ὁ δεῖνα ὡς φρόνιμος, ἐπειδὴ τὰ πάντων συνήγαγε· καὶ ὅτε ἀπολέσῃ ἑαυτὸν, λέγουσιν· Εὗρεν ἑαυτόν· καὶ ἕτεροι ἄλλα φασί· καὶ οὐδεὶς περὶ πνευματικῶν λόγος αὐτοῖς. Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως, οὐδὲ ὁ πενίας ἐραστής· ἀλλ' ὁ χρηματιστὴς, ὁ κάπηλος, ὁ κόλαξ, ὁ δουλοπρεπεῖς ὑπομένων διακονίας ὑπὲρ οὐδενὸς χρησίμου. Ταῦτα θρηνεῖ ὁ Προφήτης, ὅτι οὕτως ἐκράτησεν ἡ κακία, ὡς καὶ ἐγκαλλωπίζεσθαι, καὶ παῤῥησιάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ αἰσχύνεται, οὐδὲ μόνον αὐτὸς ἑαυτὸν ἐπαινεῖ ἐπὶ τοῖς γινομένοις, ἀλλὰ καὶ ἑτέρους ἔχει τοὺς ἐπαινέτας. Τί ταύτης γένοιτ' ἂν χεῖρον τῆς μανίας; Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἄλλος δέ φησιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογή σας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς κατὰ μετεωρισμὸν θυμοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς ὁμοφύλους ἐστὶν ἐχθρὸς καὶ πολέμιος, τῆς ἀρετῆς ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν, ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμπέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ ὀφθαλμῶν. Ἀλλ' ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος, Δι' ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ. Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ἄλλος, Ἦρται ἡ κρίσις σου. Εἶδες τῆς κακίας τὸν καρπόν; Σβέννυται αὐτοῦ τὸ φῶς, πηροῦνται οἱ διαλογισμοὶ, αἰχμάλωτος δίδοται τῇ πονηρίᾳ. Ὥσπερ γὰρ ὁ πεπηρωμένος εἰς βάραθρα πίπτει συνεχῶς, οὕτω δὴ καὶ αὐτὸς, ἐπειδὴ τοῦ Θεοῦ τὸν φόβον οὐκ ἔχει πρὸ τῶν ὀφθαλμῶν, διὰ παντὸς ἐν κακίᾳ διατρίβει· οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ' ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρίσεως, οὐδὲ τῶν εὐθυνῶν· ἀλλ' ὥσπερ χαλινὸν ἅπαντα ταῦτα τὰ βοηθήματα ἐκβαλὼν, καθάπερ πλοῖον ἀνερμάτιστον πονηροῖς ἐκδίδοται πνεύμασι καὶ κύμασιν ἀγρίοις, οὐδενὸς ὄντος τοῦ παιδαγωγοῦντος αὐτοῦ τὴν διάνοιαν. Εἶδες τὸν πονηρὸν ἐν αὐτῇ τῇ κακίᾳ τὴν δίκην ὑπέχοντα; Τί γὰρ ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;