Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 8.1-8
Not analysed yet
Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος, κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ θρήνου τῶν κοινῇ πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς, λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Καὶ πάλιν· Πενθήσει ὁ Κάρμηλος, πενθήσει οἶνος, πενθήσει ἄμπελος. Καὶ τὰ μὲν ἄψυχα πενθεῖ, καὶ στένει, καὶ συναγανακτεῖ τῷ Δεσπότῃ· σὺ δὲ ὁ λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς, οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων, ἀλλὰ καὶ κοινωνεῖς; Καὶ ποίαν ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς ἐκδίκου δεῖται· μὴ γὰρ βοηθούντων χρῄζει; ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ καθ' ἑτέρου ἀγανακτήσει σωφρονέστερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν σου δείξῃς. Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς περιπεσεῖν· κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύτῃ, αὐστηροτέρας αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐθύνας, καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευάζων. Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν' εἰδῇς ὅτι ὁ ἐπὶ τῷ τοιούτῳ συγγνώμην οὐκ ἔχων, πολλῷ μᾶλλον ἐφ' ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον. Καί τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον, πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων, κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως κοινωνεῖς καὶ μεριστὴς γίνῃ; Διὰ δὴ τοῦτο καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι κολάζουσι, καὶ οἱ παραδιδόντες δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο, καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ γεγενημένου οὐκ ἔλαττον, ἢ τῇ μοιχευθείσῃ. Οἱ γὰρ τὰ παραπετάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα τὴν ἐξουσίαν τοῖς κρυπτομένοις δεδώκασιν· οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ αὐτὸν τὸν μοιχεύσαντα. Εἰ γὰρ προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν ἂν τὴν ἄγραν ἐσόβησαν. Καὶ καθάπερ ἐκεῖνοι μάλιστά εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντοθεν ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε ἄλλο τι συγχωροῦντες γενέσθαι τὸ δυνάμενον σοβῆσαι τὴν θήραν· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν παρακαθίσῃς τῇ κειμένῃ παρὰ τοῦ διαβόλου παγίδι, καὶ εἰδὼς μέλλοντα ἐμπίπτειν τὸν μοιχὸν μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς. Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας· Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ· τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου. Ἵνα, φησὶν, εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἵνα γὰρ μὴ λέγῃ· Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ· μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλλειν; τὸ χαρίζεσθαι ἡδονῇ ἀδίκῳ; τὸ περιορᾷν δηλητήριον φάρμακον πίνοντα; Πλὴν ἀλλ' οὐδὲ τοῦτο δυνήσῃ λέγειν. Ὅτι γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ' ὕπνου καὶ νωθείας καὶ ῥᾳθυμίας, πῶς τὸν ἀδικοῦντα ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημμεληκότι; Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτεινομένην. Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδικηκότα κολάζεις. Καθήμενος γὰρ κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.