Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 9.1-8
Not analysed yet
Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει. Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας, τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος, τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις μόνον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις σκάνδαλον. Εἰ δὲ τὸν φυσικῶν κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν κακῶς, πολλῷ μᾶλλον τὸν πνευματικῶν. Μὴ τοίνυν μήτε τὸν μέλλοντα ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικηκότα διάβαλλε καὶ λοιδόρει. Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας· τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας· φθόνου δὲ, τὸ τὸν ἑστῶτα καταβάλλειν. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν κατήγορον αἰνίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο ποιούμενον. Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ὁ μὲν Κάϊν τὸν ἀδελφὸν ἀνελὼν, ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν· οὗτοι δὲ μυρίους, δι' ὧν κακῶς λέγουσι, καταβάλλουσι, καὶ ἑαυτοὺς πρώτους. Οὐ γὰρ τὸν κατηγορούμενον μόνον, ἀλλὰ καὶ ἑτέρους βλάπτουσι· μᾶλλον δὲ ἐκείνους μόνον τοὺς παραδεχομένους. Ὁ γὰρ κακῶς ἀκούων ψευδῶς, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος· οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν (τοῦτο γὰρ ἀμήχανον· καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα, Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες ἄνθρωποι), ἀλλ' ὅπως ἡμεῖς μὴ παράσχοιμεν λαβάς. Καὶ γὰρ ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς, πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσι, δόξης ἐρῶν ἀνθρωπίνης, διακονούμενος ἐν οἷς οὐ δεῖ, ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν παρ' αὐτῶν χάριν. Πάλιν ὁ καταφρονῶν τοῦ παρὰ πάντων ἀκούειν κακῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν. Ὥσπερ γὰρ ἀμήχανον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν μετὰ τῆς πρεπούσης ἀσφαλείας, ὥστε ἀνελεῖν καὶ τὴν ἄλογον πρόφασιν. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς σκανδαλίζεσθαι, παρεῖδε καὶ κατεφρόνησεν· ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ αὐτῶν τῶν σκανδαλιζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ' ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν γὰρ γίνοιτο βλάβη μείζων τῆς σωτηρίας, καταφρόνει τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου καὶ κανὼν, παιδεύων πότε δεῖ καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε δὲ μή· οἷόν τι λέγω· Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων πολλαὶ, καὶ περὶ τὴν πίστιν ἐχώλευον. Τί οὖν ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον βουλόμενος (μείζων γὰρ ἦν ἡ σωτηρία τῶν τοσούτων μυριάδων), καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον, ἐκώλυσεν, ὅπερ μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα κατεφρόνησε τῶν σκανδαλιζομένων· μεῖζον γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐτούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ, ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα· τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' ἵνα διορθώσωμαι, φησίν.