Ancient Greek
Fragment 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta ex homiliis diversis 9
Not analysed yet
τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸ πάθος τοῦ κυρίου, οὗ ἡ ἀρχή· οὐδεὶς περιγράφει λόγῳ τὸ ὑπὲρ φύσιν καὶ λόγον μυστήριον. περὶ φυσικῆς ἐνεργείας. Καὶ αὐτὸ γὰρ τὸ προσεληλυθέναι τὸν κύριον τῆς δόξης τῷ ξύλῳ τοῦ σταυροῦ δυνηθῆναι φυσικῆς ἐστιν ἐνεργείας ἧς προσείληφε φύσεως πάντων οὔσης φυσικῶς δεκτικῆς τῶν καθ' ἡμᾶς παθημάτων δίχα μόνης τῆς ἁμαρτίας.