Ancient Greek
Letter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 1.ΚΕΦΑΛ. Δʹ
Not analysed yet
Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ χρώμενος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορόν· Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ' ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεώς ἐστιν ἄξιον; Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης;