Ancient Greek
Letter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 2.ΚΕΦΑΛ. Γʹ
Not analysed yet
Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πως ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾷ, τῷ τοῦ ψεύδους πατρί· Ψεύστης γάρ ἐστι, καθά φησιν ὁ Σωτὴρ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἁρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ' ὅλως εἰς νοῦν δέξασθαί τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦταί πως ἔννοιαι πλειστάκις· ἀλλ' εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν, οἶμαι, τὸ, Ἔκκλινον ἀπὸ κακοῦ.