Ancient Greek
Letter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 2.ΚΕΦΑΛ. Δʹ
Not analysed yet
Φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μηδὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ, Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπεδέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τιηʹ ἔχων οἰκογενεῖς. Ἀλλ' αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα.