Ancient Greek
Letter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 3.ΚΕΦΑΛ. Δʹ
Not analysed yet
Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. Ἀγάπην ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. Ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. Ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ κακῆς.