Ancient Greek
Letter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 3.IN SECUNDAM S. PETRI EPISTOLAM. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Not analysed yet
Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Οὐδὲν γὰρ ταύτης ἴσον· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης· καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς ἐκκλησίαις, εἰρήνην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι. Καὶ ἁπαξαπλῶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν. Διατί; Ὅτι αὕτη μήτηρ πάντων ἐστὶ τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας λέγετε· Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα ποῖα, ἢ τὰ προειρημένα; Ἀρετὴ, γνῶσις, ἐγκράτεια, ὑπομονὴ, εὐσέβεια, φιλαδελφία, ἀγάπη, ἅτινα ἡμῖν οὐ μόνον παρεῖναι δεῖ, ἀλλὰ καὶ πλεονάζειν. Εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία. Τίς δὲ ἡ ἐξ αὐτῶν ὠφέλεια, ἢ τὸ παῤῥησίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παῤῥησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος. ᾯ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων. Ταῦτ' οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν τῶν βιωτικῶν. Ἂν δὲ τὰ μὲν ποιῶμεν, τὰ δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ' ἐκείνως ἀπολλύμεθα. Τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου, ἀλλὰ διὰ ῥᾳθυμίας, ἂν μὴ διὰ ῥᾳθυμίας, ἀλλ' ἀνανδρείας διαφθαρῶμεν; ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ.