Ancient Greek
Letter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 3.ΚΕΦΑΛ. Βʹ
Not analysed yet
Καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς. Βούλει τὴν αἰτίαν μαθεῖν δι' ἣν τότε ταῦτα ἐγένετο; ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον· πλὴν ἀλλ' ἐν παισὶν ἐπεμένοντο οἱ τότε· καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. Εἰ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάτην ἡ τοῦ Θεοῦ χάρις, δι' οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εὔδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ἡμᾶς.