Ancient Greek · ~41 min
ΚΕΦΑΛ. Ηʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Ηʹ.1
Not analysed yet
Καὶ ψύξουσι αὐτὰ πρὸς τὸν ἥλιον, καὶ πρὸς τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας. Τουτέστιν ὑπ' ὄψεσι τούτων. [Οὐ] γὰρ μόνον οὐδεμίαν τοῖς ἀποθανοῦσι παρέξουσι τιμὴν οἱ πολέμιοι, ἀλλὰ καὶ τῶν ἤδη τεθνηκότων, καὶ τιμῆς ἀξιωθέντων, καὶ τούτων ἀνορύξουσι τὰ ὀστᾶ· ὡς ἂν γνοῖεν, ὡς οὐδὲν ὄφελός ἐστιν ἡ τῶν ξοάνων τούτων θεραπεία. Ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἃ ἠγαπήκατε, φησίν. Ὥσπερ ἐπεμβαίνων αὐτοῖς, οὕτω διαλέγεται. Ὅτι οὐ φείσονται, οὐκ ἐλεήσουσι τὰ πολλῆς ἀπολαύσαντα θεραπείας, οὔτε τὸν [ἄλλ. τὴν] τῶν ἀγαπησάντων δυνήσονται [ἴσ. θεραπείας παρὰ τῶν ἀγαπ. οὔτε δυνήσονται] κωλῦσαι· ἀλλὰ τῶν οὕτω θεραπευσάντων παρορῶσι τὰ ὀστᾶ καθυβριζόμενα, καὶ οὐκ ἀμυνοῦσιν [ἄλλ. ἀμύνουσιν] αὐτοῖς. Καὶ οὐ ταφήσονται. Οὐ γὰρ ὁ τυχὼν λόγος ἦν τοῖς παλαιοῖς τῆς ταφῆς. Ὅτι τάδε λέγει Κύριος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ὅρα ἐραστήν τινα τῆς ἐρωμένης ἀποπηδῶντα, καὶ οἰόμενον, μὴ διαλέγεσθαι, μὴ λόγου μεταδιδόναι, καὶ μετὰ ταῦτα πάλιν καμπτόμενον. Τοιοῦτόν τί ἐστι, παραίνεσιν εἰσάγει καὶ συμβουλήν. Καίτοιγε πολλοὶ τῶν ὑβριζομένων λέγουσιν· Ἄπελθε, εἰπὲ τόδε, ἀλλ' ὡς ἀφ' ἑαυτοῦ· μὴ εἴπῃς, ὅτι παρ' ἐμοῦ, ἵνα μὴ δόξωσιν ὑβρίζεσθαι· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ' εἶπεν, ὅτι Ἐγὼ εἶπον. Ὅρα τὸν πόθον· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Ὁρᾷς οὐδαμοῦ φυσικὰ τὰ κακὰ οὐδὲ τὰ καλά· τὰ γὰρ τῆς φύσεως ἀμετάβλητα. Μὴ γὰρ οὐκ ἀπὸ στάσεως πέπτωκας; μὴ γὰρ οὐκ ἐβάδιζες; Οὐκ ἐγκαλῶ, φησὶν, ὅτι ἔπεσας. Ἀλλ' ὅτι μένεις ἐπὶ τῷ πτώματι, τοῦτό με παροξύνει. Ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Μέμφεται αὐτοὺς, ὡς ἀμεταμέλητα πταίουσιν. Διατί ἀπέστρεψεν; ἀποστροφὴν ἀναιδῆ . . . Ὅτι ἀπὸ Θεοῦ, ὅτι ἐπὶ τοιούτοις, ὅτι διὰ παντὸς, ὅτι οὐδὲν ἔχουσα ἐγκαλεῖν. Ὄντως γὰρ ἀναιδὴς ἡ ἀπὸ τοῦ Θεοῦ ἀποστροφή. Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν. Ὅρα πάλιν τὴν βούλησιν παραλαμβανομένην· οὐδαμοῦ τὰ τῆς ἀνάγκης, οὐδὲ τὸ τῆς εἱμαρμένης. Μὴ γὰρ ἐξ ἀρχῆς ἐτύγχανον τοιοῦτοι ὄντες; *Ἐνωτίσασθε δὴ, καὶ ἀκούσατε. Οὐχ οὕτως λαλοῦσι; Καθ' ὑπόκρισιν ἀναγνωστέον. Ἔστι δὲ ἡ ἔννοια αὕτη, τουτέστι περὶ τούτων καὶ διαλέγονται τῶν κακῶν. Ἐπάγει γοῦν· Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ. Οὐ λέγει· Οὐ μετενόησαν, ἀλλ' ὅτι Οὐκ ἔστιν ἄν θρωπος. Ἑτέρα πάλιν ὑπερβολή. Τὸ μὲν μὴ ἀναστῆναι, χαλεπὸν, ἀλλ' οὐχ οὕτως. Τὸ δὲ πάντας κεῖσθαι, τοῦτο πολλῷ χαλεπώτερον. Οὐ μόνον οὐ μεταβάλλεται, ἀλλ' οὐδὲ κατηγορεῖ τῶν ἡμαρτημένων αὐτῷ. Λέγων· Τί ἐποίησα; Ἢ οὕτω νοητέον· Οὐχ οὕτως λαλήσουσι· τουτέστιν ὥστε ἐπιστρέψαι· ἐν ἑκατέρῳ δὲ εὖ στήκει ἡ αὐτὴ ἔννοια. Διέλιπεν ὁ τρέχων ὑπὸ τοῦ δρόμου αὐτοῦ, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. Παρείκασεν αὐτοὺς ἵππῳ εἰς ὀχείαν ἀποτεταγμένῳ. Ὁ μὲν γὰρ, φησὶ, κάμνει ἐπιβαίνων, καὶ ἵσταται τοῦ ἔργου· οἱ δὲ οὐ διέλιπον τῆς παρανομίας. Ἢ οὕτω νοητέον· ὅτι ὥσπερ ὁ ἵππος ἄρτι εἰς ὀχείαν ἀφεθεὶς μαινόμενος ἐπιβαίνει ταῖς θηλείαις, οὐ δωρεὰν ἑαυτὸν ἀνιεὶς τοῦ πράγματος· οὕτω καὶ οὗτοι τοσαύτην σπουδὴν ἐνεδείξαντο περὶ τὸ κακόν· καὶ ὡς ἐκεῖνος οὐ διαλιμπάνει ἐν ἐκείνῳ τῷ καιρῷ τρέχων, οὕτω καὶ οὗτοι· ἵνα εἴπῃ, Οὐ διέκοψαν τὴν περὶ τὸ κακὸν προθυμίαν. Ἀλλὰ πάντων μὲν ἔστι πέρας, φησὶν, οὗτοι δὲ ἁμαρτάνουσι μόνοι ἀθάνατα, καὶ κόρον οὐκ ἔχουσι τῶν κακῶν· καίτοιγε τῶν κατὰ φύσιν. Οὐ καιρός ἐστι τῶν ἐν ἐπιθυμίᾳ [ἴσ. κόρος οὐκ ἔστι καὶ τῶν ἐν ἐπιθ.] ,καμνούσης τῆς φύσεως, καὶ οὐκ ἐθελούσης λοιπὸν ἐργάζεσθαι, ἀλλ' ἀναπαύσασθαι βούλονται [ἄλλ. βουλομένης]. Ὑμεῖς δὲ οὐχί. Οὐκέτι ἵππων φίλον τὸ τρέχειν, ἀλλὰ ζητοῦσί ποτε καὶ ἀνάπαυσιν, Πάντα μεταβολὴν οἶδεν, ὑμεῖς δὲ οὐχὶ, τὰ κακὰ πράττοντες. *Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τρυγὼν, καὶ τέτιξ, καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς εἰς ὁδὸν αὐτῶν. Τῇ πρὸς τὰ ἄλογα παραθέσει καθάπτεται αὐτῶν. Ἀσίδαν μὲν λέγει τὸν πελαργόν. Τὸ δὲ Ἑβραϊκὸν τέττιγα οὐκ ἔχει. Ἀντὶ δὲ τοῦ τέττιγα, γέρανον ἔχει. Ἔλαβεν οὖν τὰ μὲν ἐν θέρει, τὰ δὲ ἐν χειμῶνι φαινόμενα. Χελιδὼν δὲ καὶ πελαργὸς ἐν θέρει εἰώθασι δείκνυσθαι, τρυγὼν δὲ καὶ γέρανος ἐν χειμῶνι. Ὃ τοίνυν βούλεται εἰπεῖν τοῦτό ἐστιν ὅτι τὰ μὲν ἄλογα τὴν ἑαυτῶν ὠφέλειαν μεταδιώκει, καὶ τοὺς ἐπιτηδείους τόπους ἄλλοτε ἀλλαχοῦ ἀμείβει. Τινὲς ὄρνιθά φασιν, τινὲς δὲ ἄστρον. Ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίμα τὰ Κυρίου. Τὸ δὲ ἐπωφελὲς ἑαυτῷ ὁ λαὸς οὐ μετεδίωξε. Τουτέστι τὴν ἐμὴν λατρείαν. Εἶτα μετ' ὀλίγον· *Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἐστὶ μεθ' ἡμῶν; Τουτέστιν, Οὐ μόνον τῶν ἀλόγων ἑαυτοὺς ὑπερτίθετε, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν, διὰ τὴν τοῦ νόμου παιδαγωγίαν. Οἵγε οὐδὲ πρὸς τὰ ἄλογα συγκρίνεσθαι δύνασθε. Ἔνθα γὰρ κενοδοξῆσαι ἔδει, καὶ σοφοὺς ὡμολόγουν εἶναι ἑαυτοὺς, καὶ τοῦ Θεοῦ τὸν νόμον ἔχειν. Ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ὁμολογία, ἀλλὰ τῆς δι' ἔργων ἐπιδείξεως χρεία· καὶ σοφοὶ οἴκοθεν, καὶ σοφίαν τὴν ἀπὸ τοῦ νόμου ἔχοντες. Εἰς μάτην ἐγενήθη σχοῖνος, ψευδὴς γραμματεῦσιν. Εἰκῆ, φησὶ, κληρονομίαν ἔλαβον, καὶ προεδρίᾳ ἁπλῶς ἐτιμήθησαν· οὔτε ἑαυτοὺς, οὔτε τοὺς ἄλλους ἐσόφισαν· ὄνομα μόνον ἐστὶν ἡ διδασκαλία παρ' αὐτοῖς. Διὰ τοῦτο εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Σχοῖνον μὲν πολλαχοῦ καλεῖ τῆς γῆς τὴν διαμέτρησιν, ἵνα τὴν γῆν, ἣν κατεκληρονόμησαν μηνύσῃ, ὡς ὅταν λέγῃ· Σχοινία ἐπέπεσόν μοι ἐν τοῖς κρατίστοις μου. Βούλεται δὲ εἰπεῖν, ὅτι Εἰς μάταιον ὑμῖν ἐγένετο, καὶ ἡμῖν τοῖς διδάσκουσιν ἡ κληρονομία τῆς γῆς· τουτέστιν, Οὐδὲ ἀπὸ τοῦ ἀπολαύειν τῶν παρ' ἐμοῦ καλῶν ἀμείνους γεγόνατε. Ὁ δὲ Ἑβραῖος οὕτω φησίν· Εἰς μάτην ὑμῖν ἐγένετο ἡ διδασκαλία τοῖς Γραμματεῦσι. Τουτέστιν, Οὐδὲν ὠφελήθητε ἑτέρους διδάσκοντες. Διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις. Ὃ πάντων κτῆμά ἐστι τιμιώτερον. Καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονόμους τοὺς πολεμίους καλεῖ. Καθάπερ οἱ κληρονομήσαντες ἀσφαλῶς κατέχουσι καὶ βεβαίως, οὕτως καὶ οὗτοι. Τί οὖν ἐκείνοις δίδως; δι' εὐσέβειαν; Οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις [ἴσ. τὴν τούτων] κόλασιν καὶ τιμωρίαν· ἐπεὶ καὶ ἐπὶ τῶν παίδων τοῦτο ποιοῦμεν πολλάκις, ἐκείνους ἀτιμάσαντες, ἑτέρους ἐν τοῖς ἐκείνων τόποις δείκνυμεν· ἵνα μὴ τῇ στερήσει μόνον τῶν οἰκείων καλῶν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπιμελείᾳ δάκνωνται καὶ λυπῶνται. *Καὶ ἰάσαντο τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐπ' ἀτιμίᾳ, λέγοντες· Εἰρήνη, εἰρήνη, ποῦ δὲ εἴη; Τὸ, Ἐπ' ἀτιμίᾳ, τοῦτό ἐστιν, Ἐπὶ ματαιότητι. Ἵνα εἴπῃ, ἐπ' οὐδεμιᾷ ὠφελείᾳ, ἐπὶ βλάβῃ μὲν οὖν, καὶ ἱκανὴ ἀτιμία ἀπάγειν τοὺς πειθομένους. *Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκε, καὶ ἔδωκεν αὐτοῖς, καὶ παρῆλθεν αὐτούς. Τὸ παρατεταγμένον τοῦ πολέμου ἔδειξεν. Ἀνωτέρω γὰρ ἔφη· Ἡ φαρέτρα αὐτοῦ, ὡς τάφος ἀνεῳγμένος. Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν, καὶ τοὺς ἄρτους ὑμῶν, τὸν καιρὸν τῆς ἐπιστασίας μηνύων. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, ὅτι Τοσοῦτος χρόνος παρῆλθεν, ὥστε καὶ τὴν τοῦ χειμῶνος ἐπιστῆναι ὥραν, καὶ οὐδὲν βέλτιον διετέθημεν. Τὸ γὰρ, Καὶ ἔδωκεν αὐτοῖς, τουτέστι, Τοῖς ἐχθροῖς ὁ Θεὸς παρέσχε τὰ ἡμέτερα ἀγαθά· τὸ δὲ, Καὶ παρῆλθεν αὐτοὺς, τουτέστι, τῶν μὲν ἀπήλαυσαν, τὰ δὲ διέφθειραν. Τί ἐστι τοῦτο; ἤτοι τῶν πολεμίων λαβόντων· ἢ καὶ ἀφορίας γενομένης τάχα δὲ τῆς [ἴσ. διὰ τῆς] τοῦ Θεοῦ πληγῆς. Ἐπειδὴ γὰρ συνεχῶς πολεμοῦντες ἐγύμνουν τὴν γῆν, ταῦτα συνέβαινεν· ἐγένετο δὲ ἵνα παιδεύωνται ἐν τοῖς καρποῖς. Καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς. Ὁρᾷς ὅσον ἀγαθὸν ἡ θλῖψις; ὕδωρ δὲ χολῆς ποῖον ἂν γένοιτο; τὴν ἔκβασιν [videtur deesse verbum λέγει, ἢ σημαίνει aut simile] μαρτυρουμένην· ἃ ἔμελλον ἐρεῖν προλαβὼν ὁ προφήτης λέγει. *Ἐπὶ τί ἡμεῖς καθήμεθα; Τουτέστιν, Οὐδὲν προσδοκῶμεν τῶν τῆς γῆς καρπῶν. Συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἀποῤῥιφθῶμεν ἐκεῖ. Τουτέστιν, Λείπεται εἰς πόλιν γενομένους σώζεσθαι, πάντων τῶν ἔξωθεν ὑπὸ τῶν πολεμίων ληφθέντων. *Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά. Τουτέστι· Κατεφύγομεν εἰς πόλιν, ὡς ἐκεῖ μέλλοντες ἐν εἰρήνῃ διάγειν, κἀκεῖ ἔνδεια κατέλαβεν. Εἰς καιρὸν ἰάσεως. Τουτέστιν, Ὥστε ἀπαλλαγῆναι τῶν πολεμίων. Καὶ ἰδοὺ σπουδή. Ἀντὶ τοῦ, Χείρων ἡ ἐντεῦθεν ταραχὴ, τῶν ἔξωθεν· τούτοις μὲν γὰρ καὶ ἐνῆν· οἱ δὲ εἰς ἀμήχανον πολιορκίαν ἔπιπτον. Ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων. Ἐν ταῖς τιμωρίαις ὁ Θεὸς ἀεὶ μείζονα τῆς κολάσεως τὴν ὄψιν δείκνυσιν. Ἐκ προοιμίων αὐτὴν φοβερὰν εἶναι ποιεῖ, ἵνα τοῦτο γένηται διόρθωσις. Ἐπαίρει τοῖς λόγοις, ἐπαίρει τοῖς ἔργοις, καὶ τὰ προοίμια δείκνυσι χαλεπὰ, ἵνα φοβηθέντες, καὶ σωφρονισθέντες, μηκέτι εἰς πεῖραν ἔλθωσι τῶν δεινῶν. *Ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ, ἐσείσθη πᾶσα ἡ γῆ. Τουτέστι, ἐς φυγὴν ἐτράπη. Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις. Ἀναμιμνήσκει τῶν ἐπὶ τῆς ἐρήμου συμβάντων αὐτοῖς· οὐ γὰρ δὴ, ὄφεις ἔμελλεν ἐπιπέμπειν, ἀλλὰ τοὺς Πέρσας οὕτω καλεῖ καὶ τοὺς Βαρβάρους. Καίτοι θηρίων ἔφοδον μηνύει, ὡς ἐν τῇ ἐρήμῳ, ἢ τῶν πολεμίων τὸ πικρὸν παρέστησε διὰ τοῦ παραδείγματος· ὅτι δὲ τὸ παρατεταγμένον τῶν συμφορῶν διὰ τῶν ἄρτι λεχθέντων ἐμήνυσε, σαφῶς δηλοῖ· προϊὼν γάρ φησι· Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται. Ὅθεν οὐκ ἔστιν εὑρεῖν τινα παραμυθίαν τῆς ἀῤῥωστίας· ῥᾴδιον γὰρ ἡμεροῦται θηρίον, ἢ θυμὸς βαρβαρικός. Ἰδοὺ κραυγὴ φωνῆς θυγατρὸς λαοῦ μου. Ὁ προφήτης ἀκούει πάλιν ὀδυρομένων αὐτῶν ἀπὸ τῆς αἰχμαλωσίας. Ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Μὴ ἀναρχία τίς ἐστι παρ' αὐτοῖς; Πόθεν προεδόθησαν; καὶ τὸν Θεὸν εἶχον, καὶ τὸν βασιλέα τὸν στρατηγοῦντα τῆς πόλεως. Τί ἐστι, Βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Συνεχῶς τοῦτο δείκνυσι, τὸν Θεὸν ὑπὲρ βασιλέας εἶναι. Ἰδοὺ, φησὶ, πᾶσα ἀφῄρηται πρόφασις ὑμῖν· ἔδωκα καὶ βασιλέα. Τί γέγονεν, ὅτι τὰ ἔθνη ἐμιμήσασθε, καὶ ἐλέγετε· Καὶ ἐσόμεθα ὡς τὰ λοιπὰ ἔθνη ἔχοντες βασιλέα; Βασιλέα ἐλάβετε· τίνος ἕνεκεν οὐκ ἐμείνατε ἐπὶ τῶν οἰκείων νομίμων, ἀλλ' ἠσεβήσατε; Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτίσθην. Οὐ διὰ τὰς τιμωρίας μόνον ἐθρήνει ὁ προφήτης, ἀλλὰ διὰ τὸ ἀδιόρθωτον. Καὶ καλῶς ἀπορίαν εἶπεν. Ὅταν γὰρ ὁ κάμνων οὐ προσίεται τὰ φάρμακα, τί πλέον ἔσται λοιπόν; Οὐκ ἐπαύσατο ἰατρεύων ὁ ἰατρὸς, ἀλλ' οὐδὲν ἐγένετο πλέον. *Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Καὶ Γαλαὰδ πόλις ἦν τῶν ἱερέων, καὶ ἔστι. Τοῦτο σαφῶς [ἔστιν] ἰδεῖν ἐκ τῶν Παραλειπομένων· φησὶ γὰρ οὕτως· Τοῖς υἱοῖς Μεραρὴ τοῖς καταλελειμμένοις ἀπὸ φυλῆς Ζαβουλῶν ἀφώρισαν τὴν Ῥεμὸν καὶ τὰ περιπόλεα αὐτῆς. Εἶτά φησι· Καὶ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Ἱεριχώ. Καὶ φήσας ἀπὸ τῆς φυλῆς Ῥουβὴ φανερὰς πόλεις, ἐπάγει· Καὶ ἀπὸ φυλῆς Γὰδ τὴν Ῥαμὼθ Γαλαάδ. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, Μὴ οὐκ ἦσαν ἀρχιερεῖς οἱ παιδεύειν δυνάμενοι; ἢ λόγους ἐπωφελεῖς προσάγειν τῷ λαῷ δυνάμενοι; Ῥητίνη γὰρ οἱονεὶ τὸ φάρμακον τὸ ἐπὶ θεραπείᾳ διδόμενον λέγει. Ἰατρὸν δὲ τὸν ἱερέα αὐτὸν, καὶ διὰ τῆς νουθεσίας, καὶ τῆς πρὸς Θεὸν πρεσβείας ἰᾶσθαι τὰ ἁμαρτήματα δυνάμενον, ἵνα εἴπῃ, ὅτι Τῶν μὲν παρὰ σοῦ ὀφειλόντων γενέσθαι ἔλειψεν οὐδέν· οἱ δὲ οὐδὲ ὑπὸ τῆς παραινέσεως ἀμείνους ἐγένοντο.