Ancient Greek · ~46 min
ΚΕΦΑΛ. Ζʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Ζʹ.1
Not analysed yet
Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία. Καὶ μὴν εἰ ἀδιόρθωτα πταίουσι, καὶ ἀνίατα νοσοῦσι, καὶ οὐδεμία ἔσται παραμυθία τῶν δεινῶν, τίνος ἕνεκεν πάλιν πέμπει τὸν ἰατρὸν, οὐδὲν ἕτερον ἢ τὴν τιμωρίαν αὐτοῖς αὔξοντα, καὶ πᾶσαν ἀναιροῦντα συγγνώμην; Ὁ γὰρ πολλάκις ἀκούσας, καὶ ἀδιόρθωτος μείνας, τὸ συνεχὲς τῆς συμβουλῆς καὶ τῆς παραινέσεως κατήγορον ἔχει μέγιστον. Διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν. Τουτέστι τὰς πράξεις ὑμῶν, καὶ ἃ ἐποιήσατε τῆς εἰδωλολατρίας ἕνεκεν. Τοῦτο γὰρ μηνύει τὰ ἐπιτηδεύματα. Ταῦτα δέ φησι ἐπὶ τῶν προφητῶν μηνυόντων τὴν αἰχμαλωσίαν. Τινὲς δὲ τῶν ψευδοπροφητῶν θαῤῥεῖν αὐτοῖς ἐκέλευον φάσκοντες, ὡς Οὐδὲν πείσεσθε δεινόν. Εἰ γὰρ καὶ ὀργίζεται Θεὸς δι' ὑμᾶς, ἀλλ' οὐκ ἂν ἕλοιτο τὸν ναὸν προδοῦναι τοῖς ἐχθροῖς ταύτης ἕνεκα τῆς αἰτίας, καὶ εἰς τὴν πύλην στῆναι τῷ προφήτῃ προσέταξε, καὶ λέγειν ταῦτα. Προϊὼν γοῦν φησι· Μὴ πεποίθατε ἐφ' ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες· Ναὸς Κυρίου, Ναὸς Κυρίου ἐστίν. Φοβερῶς αὐτὸ εἶπεν· εἰπὼν γὰρ, ὅτι Μοιχεύετε εἰδωλολατροῦντες, καὶ ὅλως καταλέξας τὰ κακὰ, καὶ ὅτι μετὰ ταῦτα εἰς τὸν ναὸν εἰσῄεσαν, φησί· Μὴ σπήλαιον. Τοῦτο γὰρ αὐτοῖς μέγιστον ἐδόκει εἶναι. Εἰ γὰρ καὶ ᾤκουν αὐτὴν, ἀλλ' ὅμως τῇ ἀποφάσει τοῦ Θεοῦ ἐκβεβλημένοι λοιπὸν ἐτύγχανον. Μεγάλως αὐτοὺς ἔβλαπτεν αὕτη ἡ ὑπόληψις· καθάπερ γὰρ ὁ Χριστὸς λέγει αὐτοῖς, μᾶλλον δὲ ὁ Ἰωάννης· Μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὕτω δὴ καὶ ἐνταῦθα, Μὴ εἴπῃς· Ναὸς Κυρίου ἐστίν. Εἰ μὲν γὰρ οἴκου χρείαν εἶχεν αὐτὸς, εἰκότως ταῦτα νομίζετε, ὅτι οὐκ ἂν κατέστρεψα τὸν οἶκον. Εἰ δὲ οὐδεὶς ἐμοὶ τόπος, ἀλλ' ἀχώρητός εἰμι πᾶσιν· εἰ δὲ Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· μᾶλλον δὲ οὐδὲ ταῦτα οὕτως ἔχει· τῇ γὰρ χειρί μου ἐστερέωσα τὸν οὐρανόν· ποῖον οἶκον οἰκοδομήσετέ μοι; Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν. Ὅτι ἐὰν μὴ διορθοῦντες διορθώσητε. Οἷς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ, λέγεις καὶ πάλιν, Ἐὰν διορθώσητε; ἀλλ' ἔθος τοῖς ὀργιζομένοις τοῦτο λέγειν, Οὗτος ὁ παῖς ἐλπίδας οὐκ ἔχει· ἀδύνατον τοῦτον εὐχρηστῆσαι· ὅμως πείθομεν αὐτὸν τοῦτον εὐχρηστῆσαι, καὶ πάντα ποιοῦμεν, καὶ παραινοῦμεν αὐτῷ. Τὸ μὲν γάρ ἐστι τοῦ θυμοῦ, καὶ τῆς ὀργῆς, τὸ δὲ τῆς κηδεμονίας, καὶ τῆς παραινέσεως. Ὥστε μηδὲν ἀπ' ἐκείνων βλαβεὶς, μὴ νομίσῃς φυσικὴν εἶναι τὴν κακίαν. Ἵνα γὰρ μὴ τοῦτο λέγῃς ἐπάγει, Ἐὰν διορθώσητε τὰς ὁδούς. Καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίου αὐτοῦ. Τουτέστι, μὴ ἀδικίᾳ κρίνειν. Τί λέγει; μὴ γὰρ ἀλλογενεῖς εἰσιν οἱ πρὸς ἀλλήλους διαλεγόμενοι; μὴ γὰρ ἑτέρου γένους; πλησίον ἐστίν; ἀδικεῖς σαυτόν· τούτου προΐστασαι, ἵνα τὸν ἀδελφὸν ἀδικήσῃς, ἵνα τὸ μέλος διαφθείρῃς; εἰ καὶ μηδὲν ἕτερον, σὲ παρακαλείτω, ὅτι ἀδελφὸς μετὰ ἀδελφοῦ δικάζεται. Καὶ προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ καταδυναστεύσητε. Ἆρα γὰρ ἐπιταγμάτων εἰς ταῦτα χρεία ἦν; ἆρα γὰρ ἡ φύσις οὐκ ἀρκεῖ παιδεῦσαι τοῦτο; Οὐχ ὁρᾶτε τὰ ὀνόματα ἐλεεινά; Τίς οὕτω προπετεύεται ὡς πρὸς ξένον ὠμὸς εἶναι; τίς οὕτω λίθινος ὡς τὴν γυναῖκα τὴν ἔρημον ἀνδρὸς μὴ ἐλεεῖν; τίς οὕτως ἀπάνθρωπος ὡς τὸν ἀπεστερημένον πατρὸς μὴ οἰκτείρειν; Οὐ γὰρ λέγω, Ἐλέησον, φησί· ἀλλὰ μὴ καταδυναστεύσῃς. Μὴ γὰρ οὐκ ἠδυνάμην κωλῦσαι· ἀλλὰ προέθηκα αὐτὴν γυμνάσιον ἐσομένην σοι [ἄλλ. ἐσόμενόν σοι] φιλανθρωπίας. Καὶ ὀπίσω θεῶν ἑτέρων μὴ πορεύησθε εἰς κακόν. Καίτοι γε ἀεὶ τὸ σύνηθες φίλον· ὥστε καὶ ἂν μὴ ὡς Θεὸν θεραπεύσῃς, ὡς συνήθη τίμησον. Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τὴν εὐκολίαν οὖσαν; Καὶ οὐ τοῦτο μόνον ἱκανὸν αὐτοὺς ἀποτρέψαι, τό τε ἕνα ἀφεῖναι, καὶ συνήθη, τοῖς δὲ ξένοις καὶ ἀλλοτρίοις ἑαυτὸν ἐκδοῦναι· ἀλλὰ καὶ τὸ παρὰ πόδας ἀκολουθεῖν τὴν τιμωρίαν. Διατί γὰρ ἐνταῦθα τέθεικε τὸ, Κακῶς εἶναι ὑμῖν; Ἵνα μή τις νομίσῃ τὸ ἑαυτοῦ σκοποῦντα ἀπάγειν αὐτοὺς τῆς πλάνης δι' ὑμᾶς οὐ βούλομαι ταῦτα ποιεῖν ὑμᾶς. Καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ. Ἄρα οὐ τείχους ἐστὶν, οὐδὲ στρατιωτῶν, οὐδὲ ὅπλων τὸ κατοικίζειν ἀνθρώπους, ἀλλὰ τῆς τοῦ Θεοῦ βοηθείας. Ἐν τῇ γῇ ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν. Τίνος ἕνεκεν τοὺς πατέρας εἰς μέσον ἤγαγεν; εἰώθασι πάντες ἄνθρωποι τῶν πατρῴων ἀντέχεσθαι μάλιστα, ὥστε καὶ τοῦτο πολυφίλητον ἐποίει τὴν γῆν· τοῦτο δὲ μεγίστη κατηγορία τῶν Ἰουδαίων, εἰ τὴν μὲν γῆν ὡς πατρίδα οὖσαν ἐφίλουν, τὸν δὲ Θεὸν ὄντα πατρῷον ἀπέφευγον. Εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε. Ὅρα πάντων τῶν κακῶν αἴτιον, τὸ θαῤῥεῖν ἑαυτῷ. Ἐπικατάρατος γὰρ ἄνθρωπος, ὃς πέποιθεν ἄνθρωπον. Οὐδὲν γὰρ οὕτως ἀπάγει τοῦ Θεοῦ, ὡς τὸ μὴ πάντα ἀνατιθέναι αὐτῷ. Διὰ τοῦτο τὸν ἄνθρωπον δυνάμενον ἐν πολλοῖς καταστῆσαι ἀνενδεᾶ, συνεχῶς αὐτὸν ἀναρτᾷ πρὸς τὸν οὐρανὸν, καθάπερ τινὰ ἀνάγκην, τὴν συνεχῆ χρείαν ἐπιτιθεὶς τοῦ ἀναμιμνήσκεσθαι τοῦ Δεσπότου. Ὁ γεωργὸς, ὁ πλωτὴρ ὑπομνήματα ἔχουσι συνεχῆ διὰ τὴν τέχνην· ἕκαστος καὶ μὴ βουλόμενος εἰς οὐρανὸν παιδευόμενος ἀναβλέπει. Καὶ ἤλθετε, καὶ ἔστητε ἐνώπιον ἐμοῦ. Πολλὴ ἡ ἀναισχυντία, μετὰ τὸ πρᾶξαι παραστῆναι τῷ δικαστῇ τῷ ταῦτα πάντα εἰδότι· ἐπιβῆναι τοῦ ναοῦ αὐτοῦ παρὰ τὸν τόπον τὸν ἱερόν. Τουτέστι συνθήκας] ἔθεσθε πρὸς ἐμέ. Πανταχοῦ γὰρ αὐτοὺς ἀπὸ τῶν οἰκείων ὑποσχέσεων κρίνειν εἴωθε. Μὴ σπήλαιον λῃστῶν; Τίνος ἕνεκεν ταῦτά φησιν; Οὐκ εἰς προσευχὴν παρεσκεύασται, μὴ πρὸς ἁρπαγὰς, μὴ πρὸς μοιχείας, μὴ πρὸς ἀκαθαρσίας; ὥσπερ γὰρ ὁ Χριστός φησιν, Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν· οὕτω καὶ ἐνταῦθα, ὅτι ἐπιόρκουν, καὶ ἐπὶ ἁρπαγμῷ συνθήκας ἐποιοῦντο. *Μὴ οἴεσθέ με κοινωνεῖν ὑμῖν τῶν κακῶν, καὶ συμπράττειν ὑμῖν ταῖς ἀδικίαις, οὐκ ἐλέγχοντα τὰ κακά· τουτέστι, Μὴ ὡς λῄσταρχόν με νομίζετε; *Καὶ ἰδοὺ ἐγὼ καὶ ἑώρακα, λέγει Κύριος. Τουτέστιν, Οὐ λανθάνει με ἡ περὶ τὰ εἴδωλα ὑμῶν θεραπεία. Λῃστὰς δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ πλεονεκτικόν. *Ὅτι πορεύθητε εἰς τὸν τόπον Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν. Ὡς γὰρ ἐκείνου οὐκ ἐφεισάμην, οὕτως οὐδὲ τοῦ ναοῦ. Καίτοιγε ἀρχαιότερος ἐκεῖνός ἐστιν, ἀλλ' οὐδὲν ἀπώναντο τοῦ τόπου, ἀνάξιοι τοῦ Θεοῦ φανέντες. Καὶ νῦν ἀνθ' ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα. Πολλὴν λέγει τὴν κακίαν. Οὔτε κατ' αὐτὸν τὸν ἐν Σιλὼμ [ἴσ. οὔτε γὰρ τὰ κατὰ τὸν ἐν Σιλ.] τόπον, οὔτε τὸ διδάσκειν αὐτοὺς ὠφελήσει τι, φησίν. Ὅρα γὰρ αὐτοὺς μετὰ πόσης σπουδῆς ἀπήγαγε τῆς κακίας. Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Τοῦτο λέγει, οὐχ ἵνα ἀποστῇ προσευχόμενος, ἀλλ' ἵνα ἐκείνους φοβήσῃ. Ὥσπερ γὰρ ὅταν λέγῃ πρὸς Μωυσῆν, Ἄφες με, ἵνα αὐτὸν μὴ ἀφῇ· οὕτω καὶ πρὸς τοῦτον· Μὴ προσεύχου· ἵνα ἀκούσαντες ἐκεῖνοι καταπλαγῶσι, καὶ μὴ ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχωσιν. Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο, οὐκ ἂν καὶ τὰς αἰτίας ἐτίθει, μόνον οὐχὶ ἀπολογούμενος αὐτοῖς. *Καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτούς. Ἔπαθέ τι ὁ προφήτης ἀκούσας τοῦ ναοῦ τὴν ἅλωσιν. Εἶτα πείθων αὐτοὺς ὁ Θεὸς ἐπάγει· Ἢ οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα; Τίνος ἕνεκεν οὐκ ἀκούεις, εἰπέ; Ὀργιζομένου ἦν, μηδὲ τὰς αἰτίας εἰπεῖν, βουλομένου δὲ ἰάσασθαι καὶ θεραπεῦσαι, θεῖναι τὴν πρόφασιν, ἵνα αὐτὴν ἀνελεῖν σπουδάσωσιν. Ἢ οὐχ ὁρᾷς, τί αὐτοὶ ποιοῦσιν; ἐπειδὴ ἐγγὺς, καὶ οὐκ εἰς μακρὰν τὴν ἀσέβειαν εἰργάζοντο. Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, τοῦ ποιῆσαι χαυῶνας. Ὁρᾷς σπουδήν· ὁρᾷς μετὰ προθυμίας τὴν ἀσέβειαν γιγνομένην; Τί ἐστι, χαυῶνας; Πόπανα [ἄλλ. πέμματα], φησὶν, ἄρτους. Ἔδειξε πάντας περὶ τὸ κακὸν ῥέποντας. Τὸ δὲ, Τρίβουσι στέαρ, φύρουσιν, ἔχει ὁ Ἑβραῖος τόδε· Τοῦ ποιῆσαι χαβῶνας, τουτέστιν, ἄρτους μεγάλους. Τὸ γὰρ χαβῶνας ἐστὶ λέξις Ἑβραϊκή· σημαίνει δὲ τὸ ἀπὸ μέτρον ἑνὸς τοῦ λεγομένου μοδίου γιγνόμενον ἄρτον. Στρατιὰν δὲ οὐρανοῦ λέγει, τὸν ζωδιακὸν κύκλον. Καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. Οὐδὲ ἡ πενία κωλύει τὴν θυσίαν. Καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς. Οὐκ ἔχουσι πρόβατα· καὶ ὅμως ἀπὸ τῶν ἐνόντων ἀσεβοῦσι. Τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Τοὺς ἀστέρας ἐνταῦθά φησι· στρατιὰν δὲ οὐρανοῦ τίνος ἕνεκέν φησι; Δεικνὺς ὅτι οὐκ ἐν αὐτοῖς τὸ τῆς δεσποτείας ἀξίωμα, ἀλλ' ἕτερός ἐστιν ὁ βασιλεύς. Τί οὖν ὅταν λέγῃ τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ; Αὐτόθι κατὰ τὴν ὑπόνοιαν λέγει τὴν ἐκείνων· ἐκείνων γάρ ἐστιν ἡ λαλιά. Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος. Οὐχὶ ἑαυτούς; Μὴ γὰρ ἐγὼ πάσχω δεινόν τι; ναὶ τοῦτο, φησὶν [ἴσ. ἀλλ' αὐτοὶ, φησὶν], ἵνα ἑαυτοὺς καταισχύνω [ἴσ. καταισχύνωσι]· ὁ γὰρ ὑβρίζων ἐστὶν ὁ παθὼν, καὶ ὅταν μηδὲν ὁ ὑβριζόμενος πάσχῃ δεινὸν, ἀποστήσεται τῆς ὕβρεως, ὡς οὐδὲν πλέον παραινῶν [ἴσ. περαίνων]. Διὰ τοῦτο τάδε λέγει Κύριος. Πανταχοῦ τὸ, Λέγει Κύριος, ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον· ἵνα μὴ πάλιν τὸ ἀόργητον εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλῃ. Ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται. Τίνος οὖν ἕνεκεν ἐπὶ ταῦτα; εἰπέ μοι. Πρῶτον μὲν ἐπειδὴ ταῦτα ἄχρηστα ἤμελλε γίνεσθαι· δεύτερον ἵνα τὴν ἐπιτεταμένην δείξῃ τῆς ὀργῆς ὁρμήν. Εἰ γὰρ καὶ ἄνθρωπος ἀναιρεῖται καὶ ναὸς καθαιρεῖται, σχολῇ γ' ἂν ἤμελλε φείδεσθαι τῶν ἀλόγων. Ὅτι οὐκ ἐλάλησα, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς. Ὅσα μὴ κατὰ τὸν προηγούμενον λόγον ἐπιτάττει, οὐδὲ αὐτοῦ φησιν εἶναι συμβουλήν· καὶ ὥσπερ ὅταν λέγῃ· Μὴ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Καίτοιγε ἑκόντος αὐτοῦ κολάζεται. Καὶ οὐκ ἤκουσάν μου. Μέγας οὗτος ὁ μισθὸς, Καὶ οὐκ ἤκουσάν μου. Καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον, καὶ οὐ μὴ ἀκούσωσιν. Τουτέστιν, οὐκ ἐπιστραφήσονται. Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀνάλαβε. Πρὸς τὸν προφήτην τοῦτο λέγεται, ὃ πένθους σύμβολον ἦν. Ἐπειδὴ γὰρ ἀναισθήτως πρὸς τὰ οἰκεῖα διέκειντο κακὰ, κελεύει θρηνεῖν αὐτὸν, καὶ πενθεῖν· ταῦτα καὶ ἐπὶ τῶν μαινομένων ποιοῦμεν συμπάσχοντες ἐκείνοις μόνον. Καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον. Καλῶς φησι, μὴ κατὰ διάνοιαν· τοῦτο γὰρ εἶχε, καὶ ἔστενεν. Ἀλλὰ δημοσίευσον, φησίν. Καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, ὅτι. Οὐχὶ πάντας ἁπλῶς, ἀλλὰ τὴν ποιοῦσαν ταύτην. Ὄντως γὰρ, ὄντως θρήνων ἀξία αὕτη καὶ ὀδυρμῶν, ὅταν τις ἀδόκιμος παρὰ τῷ Θεῷ φαίνηται. Ποῦ γὰρ ἔσται δόκιμος λοιπόν; Ὅτι ἐποίησαν ἐναντίον ἐμοῦ. Οὐχὶ κρυπτόμενοι, οὐδὲ λανθάνοντες· καὶ πῶς τὸν ἀκοίμητον ὀφθαλμὸν κρύψαι δύναιντο; Τί οὖν αἰνίττεται τὸ, Ἐνώπιόν μου; Ἐν τῷ ναῷ μου. Ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου, τοῦ μιᾶναι αὐτόν. Εἶδες μανίαν; Εἶδες παραπληξίαν; οὐδὲ λανθανόντως, ἀλλὰ πεπαῤῥησιασμένως ἅπαντα ἐποίουν ἐμπαροινοῦντες εἰς τὴν τοῦ Θεοῦ δόξαν, ὥσπερ ἂν εἴ τις τύραννον εἰς τὰ βασίλεια εἰσαγάγοι, τὸν βασιλέα ἀπελάσας. Πῶς οὖν φατε, Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστί; Πῶς ὑμῶν προστήσεται ὁ ἠδικημένος; Πῶς ὑμᾶς ὁ ὑβρισμένος σώσει; Κατήγορος ὑμῶν ἔσται πικρός. Καὶ καλέσεις αὐτοὺς, καὶ οὐ μὴ ἀποκριθῶσί σοι. Καλέσεις, τουτέστι, προτρέψεις αὐτοὺς εἰς μεταμέλειαν, καὶ οὐδὲν ὄφελος ἐκ τῶν λόγων ἔξουσιν. Καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ. Τουτέστι τὸν βωμὸν τοῦ Πλούτωνος· ὡς ἀεὶ τῷ θανάτῳ ἐπενδόντες, ὥστε ἐπὶ πολὺ ζῇν. Βωμὸν Ταφὲθ ἐπ' εἰδωλείῳ τινὶ, ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τὸν ἐλαιῶνά φησι. Ὅρα καὶ τοὺς τόπους, οὐ τὰς ἐρήμους [ἄλλ. ἐρημίας] περιήρχοντο, ἀλλ' ἐν αὐτῇ τῇ χώρᾳ τῇ ἡδίστῃ, τῇ πλησίον τῆς πόλεως. Τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν· ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ, κ. τ. λ. Ἵνα γὰρ μήτις λέγῃ, ὅτι Σοὶ ταῦτα . . . ἔδωκα τὰς θυσίας, ὥσπερ τὴν ἄλλην. Καὶ ὅτι Αἷμα ἀθῶον οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ αἴνιγμα ἔδωκα· οὐδὲ ἐβουλόμην, οὐδὲ θύειν ἁπλῶς· ἀλλ' αὐτοὶ κατέκαυσαν. Ἔστω ὁ φόβος οὐ κατέσχεν ὑμᾶς τοῦ Θεοῦ, ὁ τῆς φύσεως οὐκ ἐκώλυσε νόμος, οὕτως ἐξεβακχεύθησαν. Ἔνθα μὲν τοὺς δαίμονας τιμηθῆναι ἔδει, καὶ τὴν φύσιν ἠγνόουν αὐτήν· ἔνθα δὲ τὸν Θεὸν θεραπευθῆναι, καὶ προβάτων ἐφείδοντο. Τίνα οὐκ ἂν ἀνιάσῃ τοῦτο τὸ θέαμα; Ἰδοὺ ἡμῖν καὶ ἀκούουσι φρικτὸν εἶναι δοκεῖ· ἔτι οὖν θαυμάζομεν, εἰπέ μοι, τίνος ἕνεκεν ἡ πόρθησις; τίνος ἕνεκεν ἡ αἰχμαλωσία; Τοὺς οὕτω ζῶντας ζῇν ἔτι καλὸν ἦν; Διὰ τοῦτο ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· Βωμὸς τοῦ Ταφέθ. Βούλεσθε, φησὶ, σφάζειν; ἐγὼ ποιήσω νόμῳ πολέμου τοῦτο. Βέλτιον οὕτως ἀναιρεῖσθαι τοὺς υἱοὺς, ἢ χερσὶ πατρικαῖς. Καὶ θάψουσιν ἐν τῷ Ταφὲθ, διὰ τὸ μὴ ὑπάρχειν τόπον. Ὅπου γὰρ πρότερον, φησὶν, οὔτε νεκρὸν πλησιάζειν παρεσκεύαζον, ὡς ἱερὸν ἔχοντες τόπον, ἐνταῦθα τῶν νεκρῶν σωρευθήσεται τὸ πλῆθος. Ταῦτα δέ φησιν, ὡς αὐτόθι τοῦ βαρβάρου πολλὴν σφαγὴν ἐργασαμένου. Ἐπάγει γοῦν· Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ὡς οὐδὲ ταφῆς ἀξιωθησομένων· ὃ χείρονα τὴν συμφορὰν ἐδείκνυεν.