Ancient Greek · ~23 min
ΚΕΦΑΛ. Ιʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Ιʹ.1
Not analysed yet
*Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Τουτέστι, Μὴ περὶ τὴν τῶν ἀστέρων κίνησιν ἀσχολεῖσθε, ψῆφον αὐτοὺς ἐπινοοῦντες, καὶ γνῶσιν τῶν μελλόντων. Τὸ δὲ, Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ, οἱονεί· Μὴ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων τόδε τι ὑπολάβητε ἔσεσθαι. Ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια. Μὴ γὰρ ἐπειδὴ τὰ ἔθνη σέβεσθε [ἴσ. σέβεται], λέγω, Μὴ σέβεσθε; ἀλλ' ἐπειδὴ μάταιά. ἐστι. Νόμιμα ἐνταῦθα τὴν θρησκείαν φησίν. Ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα. Ἀλλὰ χρυσὸν ἔξωθεν περίκειται πάλιν ἡ γῇ, πάλιν ἀνθρωπίνη τέχνη. Ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά. Ἀλλ' ἕστηκεν· ἀλλὰ τοῦτο ἐλάττωμα· οὐ γὰρ οἴκοθεν ἔχει τὴν στάσιν, ὅθεν οὐδὲ μεταβῆναι δύναται. Τί βούλονται οἱ ἧλοι; Τίς ἑαυτῷ κατασκευάζει Θεόν; Ὅταν ἴδῃς ἑστὼς, ἐννόησον τοὺς κατέχοντας ἥλους, οὓς ἂν ἀφέλῃς, ἐπὶ πρόσωπον πεσεῖται· ὅταν ἴδῃς λαμπρὸν τῷ χρυσῷ, ἐννόησον τοὺς χωνεύσαντας· ὅταν ἴδῃς περιβεβλημένον, ἐννόησον τὸ ξύλον τὸ γυμνὸν, ὡς οὐδὲν οἴκοθεν ἔχει, οὐδὲ φυσικὸν κάλλος· ὅταν ἴδῃς φερόμενον, ἐννόησον ὅτι ἀσθενείας ἐστί. *Ἀργύριον πρόσβλητον ἀπὸ Θαρσῆς ἥξει. Τουτέστιν, ἀπὸ θαλάσσης. Χρυσίον Μωφάθ· ἀπὸ τόπου. Μὴ φοβήθητε αὐτὰ, ὅτι οὐ μὴ κακοποιήσωσι. Τί οὖν; οὐ κακοποιοῦσιν, εἰπέ μοι, οὔτε ἀναιροῦσιν; Ἀλλὰ τοῦ Θεοῦ συγχωροῦντος. Οὐδὲ γὰρ ὁ δήμιος δύναταί τι, μὴ τοῦ δικαστοῦ συγχωροῦντος· τοῦτο δὲ οὐ δυνάμεώς ἐστιν. Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν ἐκ τῆς γῆς. Ἄρα τοῦτο τεκμήριον, Κἂν εὑρεθῇ τις τὸν οὐρανὸν ποιήσας, οὗτος Θεὸς ἀληθὴς, καὶ τοιοῦτος, οἷον [ἄλλ. οἷος] καὶ ὁ προφήτης φησίν. Αἰσχυνέσθωσαν παῖδες αἱρετικῶν. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Καὶ, Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐ τοῦτο τεκμήριον, ἀλλὰ συγκατάβασις. Οὐ γὰρ δὴ τοῦτο τοῦ Θεοῦ τὸ μέγα ἔργον, ἀλλὰ εἴτε ἄγγελοι, εἴτε ἀρχάγγελοι, εἴτε ἀρχαὶ, εἴτε δυνάμεις· τὸ δὲ πάντων μεῖζον, ὁ σταυρός. Θεὸς ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ. Δύο τίθησι, καὶ τὴν δημιουργίαν, καὶ τὴν ἁρμονίαν τὴν ἀρίστην. Ἐννόησον γὰρ οἷον ἦν τὸ παραχθῆναι μὲν, καὶ οὐρανὸν, καὶ γῆν, κεῖσθαι δὲ ἁπλῶς· πόσῳ μᾶλλον, καὶ κρεῖττον, οὐρανὸν χαμαὶ ἐῤῥιμμένον ἀναστῆσαι, καὶ περιθεῖναι στέγην τῇ γῇ. Καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν. Καθάπερ καλύβην κατασκευάζων, οὕτως ὤρθωσεν, οὐ κατὰ μικρὸν συντιθεὶς, ἀλλ' ἀθρόα παραγαγὼν πάντα, ὥσπερ ἀπὸ ὅλων κύβων τεσσάρων τὸ πᾶν ποιῶν. Καὶ πλῆθος ὕδατος ἐν οὐρανῷ ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγε φῶς. Τὰς βροντὰς ἐνταῦθά φησι, καὶ τὸν ὑετὸν ἐξ αὐτῶν· καὶ τὸ θαυμαστὸν, ὕδωρ ἦχον ποιεῖ, φησί. Τὰ νέφη ποιεῖ τὰς βροντάς. Τίνος ἕνεκεν αἱ βρονταί; τοῦ καταπλῆξαι, καὶ σωφρονίσαι. Πῶς κατέχεται τὸ ὕδωρ, εἰπὲ, ἐν ἀέρι; Πῶς τὸ κατωφέρας, καὶ κατάῤῥυτον, ὥσπερ ἔκ τινος μηχανῆς, ἀνωμετέωρον γίγνεται; Πῶς οὐ ῥήγνυται τὰ νέφη προσαρασσόμενα ἀλλήλοις; Πῶς σῶμα χαῦνον οὕτω, φέρει τοσοῦτον ὄγκον, εἰπέ, μοι τὸ τῶν νεφῶν. Εἶδες τὸ θαυματοποιόν; Εἶδες τὸν ἀριστοτέχνην; Ἄνωθέν σοι τὴν γῆν ἄρδει, κτύπους πολλοὺς πρότερον ἀποτελῶν, ἵνα μηδὲν αὐτόματον εἶναι νομίζῃς. Καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Τουτέστιν, ἀλλαχόθεν ἀλλαχοῦ φέρει ταῦτα· καὶ τοσοῦτον βαδίσαι ἐκεῖ εὔπορον μόνον, ὅπουπερ ἂν προστάττῃ. Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Καὶ μὴν καὶ ἀστραπῆς χωρὶς γένοιτ' ἂν ὑετὸς, καὶ ἐν εὐδίᾳ ἀστραπή. Ἀλλ' ὅταν ὁρῶμεν ἐν εὐδίᾳ, μακρὸν εἰκὸς εἶναι χειμῶνα, ἀστραπὴ ἐξέρχεται ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πᾶσαν ἐπιτρέχει τὴν οἰκουμένην· τὸ δὲ πῶς γίνεται οὐκ οἶδα. Ὅρα οὐχὶ μερικὰς τὰς εὐεργεσίας λέγει, ἀλλὰ τὰς καθολικὰς, ἐπειδὴ πρὸς τοὺς θεοὺς ὁ λόγος ἦν αὐτῷ. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη, ὅτι ψευδῆ ἐχώνευσαν. Εἰ γὰρ καὶ σφόδρα ἐστὶ σοφὸς, ἀλλὰ μωρὰ ἐπεδείξατο ἐπὶ τοῖς γλυπτοῖς. Μάταιά ἐστιν ἔργα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. Ὅταν ἡ πόλις ἁλῷ, καὶ αὐτὰ τῆς τιμωρίας κοινωνήσουσιν. Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ. Τουτέστιν, οὐ χειροποίητον ἔχει Θεόν· ὅτι Ὁ πλάσας τὰ πάντα, οὗτος κληρονομία αὐτοῦ. Ἐνταῦθα τὸ κληρονομία περιττῶς κεῖται. Ἑρμηνεύεται δὲ παρὰ τῷ Ἑλληνικῷ ἀσαφῶς· ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Ἡ μερὶς Ἰακὼβ οὐκ ἔστιν οἵα ἡ τῶν ἐθνῶν. Ἵνα εἴπῃ, Οὐκ ἔχει Θεὸν χειροτονητόν. Ἀλλὰ τίνα; Τὸν πλάστην τῶν ἁπάντων, τουτέστι τὸν Δημιουργόν. Καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ Αὐτὸς δὲ, φησὶν, ἔχει τὸν Ἰσραὴλ, ἀντὶ κληρονομίας, τουτέστιν, ἐξελέξατο αὐτόν. Τίς δὲ οὗτος; Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Τοῦτό ἐστιν, ὁ τῶν ἁπάντων Κύριος. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασιν αὐτοῦ κατοικοῦσαν. Αὐτὸς γὰρ αὐτοὺς συνεκρότησε διαλελυμένους, καὶ διεσπαρμένους· καὶ πάλιν διεσκόρπισε, καὶ πάλιν συνήγαγεν, δεικνὺς ὅτι καὶ ὁ πρότερον συνάγων, αὐτός ἐστιν, ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. *Συνήγαγεν ἔξω τὴν ὑπόστασίν σου. Τουτέστι τὸν ἀλλότριον σε πλοῦτον ἐπικομίσασθαι πεποίηκεν· ἐσκύλευσε γὰρ Αἰγυπτίους. Κατοικοῦσα ἐν ἐκλεκτοῖς. Τουτέστι, καὶ ἐν τῇ καλλίστῃ γῇ κατοικίσαι πεποίηκε. Ἰδοὺ ἐγὼ σκελίζω, ὅπως εὑρεθῇ ἡ πληγή σου. Ἐπειδὴ γὰρ οὐχ ὡς ἀνθρώποις προσεῖχον αὐτοῖς, οὐδὲ παρὰ Θεοῦ οὗτοι ἐνόμιζον εἶναι τὰ ἀγαθά· ἀλλ' ἔλεγον· Ἐν τῇ ἰσχύϊ ἡμῶν ἔχομεν κέρατα· ὁ δὲ Κύριος οὐ μὴ ἀγαθοποιήσῃ, οὐδ' οὐ μὴ κακοποιήσῃ· διὰ τοῦτό φησιν, Ὅπως εὑρεθῇ ἡ πληγή σου. *Ἰδοὺ ἐγὼ σκληρυνῶ τοὺς κατοικοῦντας τὴν γῆν. Τουτέστιν ἀσθενεῖς ἐργάσομαι. Οὐαὶ ἐπὶ συντρίμματί σου . . . . Ἀλγηρὰ ἡ πληγή σου. Δικαίως ὅταν ἀπὸ κακίας ᾖ, ὅταν παρὰ Θεοῦ, ὅταν κατὰ ὀργὴν, ὅταν κατὰ ἐπιβουλὴν ἀνθρώπων. Ὡς ἐκ τῆς πόλεως ποιεῖται τοὺς λόγους. Κἀγὼ εἶπα, οὕτως τοῦτο τραῦμά ἐστι. Τὰ γὰρ ἄλλα οὐκ ἦν τραύματα φορητὰ, ἀλλὰ δεινά. *Καὶ ἐγὼ εἶπον, Οὕτως τὸ τραῦμά μοί ἐστιν. Ὁ προφήτης λέγει, ὀδυρόμενος διὰ τὰ κακὰ τῶν Ἰουδαίων. Ἡ σκηνή σου ἐταλαιπώρησεν· ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις μου. *Τουτέστιν, ἔπεσε· λέγει δὲ περὶ τῆς Ἱερουσαλήμ. Τουτέστι, Τὰ τείχη οὐκ ἴσχυσάν με περιβαλεῖν. Τουτέστι, κατεσφράγισαν [ἴσ. κατεισέφρησαν.] μεγάλα τὰ δεινά. Οὐ γὰρ οὕτως προσεδόκησαν τὰ τῆς ἐφόδου. Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Περὶ τοῦ Βαβυλωνίου λέγει.