Ancient Greek · ~33 min
ΚΕΦΑΛ. ΙΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΙΑʹ.1
Not analysed yet
Ὁ λόγος ὁ γενόμενος πρὸς τὸν Ἱερεμίαν παρὰ Κυρίου λέγων· Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης. Δείξας μάταιον τὸν λόγον τῶν λεγόντων, ὡς οὐδὲ ἁμαρτάνοντας αὐτοὺς κολάσει Θεὸς, προνοῶν τοῦ ναοῦ· καὶ ὡς οὐδὲ ἐκ τῆς περιτομῆς ὄφελός τι ἕξουσιν ἁμαρτάνοντες εἰς Θεόν. Διὰ τοῦτο ἀπειλεῖ αὐτοῖς, ὡς Τὴν ἐσχάτην ὑφέξεσθε τιμωρίαν μὴ ἀκούσαντες τῆς τοῦ προφήτου παραινέσεως. *Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσει τὸν λόγον τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς. Ὁ Ἑβραῖος, ἐκ τῆς καμίνου σιδήρου, λέγει. Ἵνα εἴπῃ, ὅτι Οἱ πατέρες ὑμῶν οὕτως κακοῖς διαφόροις ἐνέπεσον, ὡς ὁ σίδηρος ἐν καμίνῳ μαλαττόμενος καὶ τυπτόμενος. *Πῶς τῶν Αἰγυπτίων ἤκουσεν [ἴσ. Πῶς ὑπὸ τῶν Αἰγυπτίων καὶ ταλαιπωρούμενοι καὶ ἀναιρούμενοι ἤκουον]; ἵνα δείξῃ ὅτι δυνατὸν ἀκούειν, ὅταν θέλωσι. Πηλὸς ἦν καὶ πλινθία, καὶ οὐδεὶς ἀντέλεγεν· ἄνεσις καὶ μάννα, καὶ ἐγόγγυζον. Ἀλλ' οὐδὲν μέγα ἐδόκει εἶναι τοῖς παχυτέροις. Ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι. Οὕτω καὶ ἐν τῇ Καινῇ ποιεῖ, ἐξείλετο ἡμᾶς δουλείας χαλεπῆς, καὶ τυραννίδος ἀφορήτου καὶ δεινῆς, οὐδὲ καλέσασιν αὐτὸν, οὐδὲ δεηθεῖσιν αὐτοῦ ἔδωκε νόμον. Καὶ πάλιν ὑπισχνεῖται δώσειν βασιλείαν οὐρανῶν. Ἀνάγνωθι τοὺς λόγους τούτους, κ. τ. λ. καὶ οὐκ ἐποίησαν. Ὅρα ἀνθρωπίνην συμπάθειαν, ἐλεηθῆναι μόνον βουλομένου αὐτοὺς, οὐχὶ τὸ δίκαιον σκοποῦντος, ἀλλὰ τὸ συγγενές. Ἑτέρως φείδεται πατὴρ, ἑτέρως ξένος. Πατὴρ πολλάκις κολάζει, καὶ οὐ κάμπτεται· ὁ δὲ ἀλλότριος ὁρῶν κάμπτεται. Ἆρα φιλοστοργότερος οὗτος παρ' ἡμῖν; Παρίημι πάντα ἐκεῖνα ἀπὸ τοῦ νῦν· ἔστω παράδειγμα μέγιστον αὐτοῖς τὰ πάτρια κακά. Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα. Τὴν πλοκὴν τῶν κακῶν τὴν διὰ τὰ ἁμαρτήματα λέγει. Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν προτέρων. Ποία συγγνώμη; Τί δύσκολον; Τί χαλεπόν; χαλεπὸν τὸ ἁμαρτεῖν. Οὐχ ἑώρων παράδειγμα τοὺς προγόνους. Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ὅτι οὐκ εἰσακούσομαι. Εἶδες ἀπόφασιν; καὶ μὴν ἄνω εἶπες, ὅτι Οὐκ εἰσακούσομαί σου· καὶ πάλιν λέγεις· Ἀνάγνωθι τοὺς λόγους τούτους. Καὶ πάλιν δίδως πρόφασιν σωτηρίας, λέγων· Ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ποῖον ἔχει τὸ πρᾶγμα λόγον; Τίνα ἂν ἔχοι καιρὸν ἐνταῦθα τὸ λέγειν; Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ; Ποίους πόνους οὐκ ἤνεγκε; τίνας ἱδρῶτας, ποίους ἀγῶνας [οὐχ] ὑπέμεινε; Ποῖος ὄλισθος; Ἐμὲ παροξύναι βούλεται. Διατί εἰς ἐμὲ ἐνύβρισεν ἡ πεφιλημένη; εἰ γὰρ μὴ ἐφίλουν αὐτὴν τίνος ἕνεκεν ὕβρισεν; Τουτέστι, Διατί ἡ ὑπ' ἐμοῦ τοσοῦτον ἀγαπηθεῖσα εἰς τὸν ναὸν τῆς ἐμῆς προσκυνήσεως τοῖς εἰδώλοις ἐλάτρευεν; Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν ἀπὸ σοῦ τὴν κακίαν σου; Τουτέστι, Μὴ τὸ θύειν ἐμοὶ καθαίρει σου τὴν εἰδωλολατρείαν, λατρεύουσαν τοῖς εἰδώλοις; ἢ τούτους διαφεύξῃ; τουτέστι τῇ διὰ τῶν λόγων λατρείᾳ. Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν; Καὶ μὴν εἰς τοῦτο ἐδόθησαν, ἵνα ἀφέλωσι τὰς σωματικὰς τὰς ἀκουσίους, ἀλλ' οὐχὶ τὰς τοιαύτας. *Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς. Ἐγὼ μὲν γὰρ ἀεὶ θάλλουσάν σε ἐποίησα, καθάπερ ἐλαίαν. Τὸ δὲ, Εἰς φωνὴν διατομῆς αὐτῆς, τουτέστι μὴ ἔχουσαν καρπὸν ἀπερίτμητον, ἵνα εἴπῃ ἀκάθαρτον. Ἀλλὰ πανταχόθεν σε ἐκόσμησα, καὶ τοῖς νομίμοις, καὶ τῇ λατρείᾳ, καὶ τῇ τῶν ἱερέων ἐπιστασίᾳ, καὶ τῇ παρ' ἐμαυτοῦ προνοίᾳ. Ἀνήφθη πῦρ ἐπ' αὐτήν. Ἀλλ' ἐπεσπάσω, φησὶ, τὴν τιμωρίαν. *Καὶ ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Τουτέστιν ἄκαρπος ἔμεινε. Ταῦτα ἀκούων ὁ προφήτης εἰς πλείονα ἀθυμίαν καταπίπτων ἱκέτευε τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ. Εἰρηκὼς οὖν ὑπεράνω, Καὶ σὺ μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου· καὶ ἐπαγαγὼν τούτων τὸν ἔλεγχον ἀπὸ τοῦ, Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; καὶ τὰ ἑξῆς· ἐπειδὴ ἔτι ἐπέμενεν ὑπὲρ τοῦ λαοῦ, βουλόμενος ὁ Θεὸς δεῖξαι τοῦ πλήθους τὴν κακίαν, καὶ ὡς ἀμεταμέλητα πταίουσι, καὶ τὴν κατ' αὐτοῦ βουλὴν ἐμήνυσε τῷ προφήτῃ, καὶ ἀπιστοῦντι σαφῶς ἔδειξεν αὐτῶν τὴν κακίαν. Πείρᾳ [ἴσ. τῇ ὥρᾳ ἢ τῇ ὀπώρᾳ], τὸν πλοῦτον παρέστησεν. Τὸ κάλλος ἀπὸ τοῦ δένδρου, τὸ διηνεκὲς τῆς ζωῆς, τὸ ἀειθαλές. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ. Τουτέστιν, Οὐδὲ πρὸς βραχὺ δώσεις δίκην, ἀλλὰ τιμωρίαν μεγίστην διὰ τὰς ἁμαρτίας σου. Καὶ Κύριος ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραήλ. Ἡ μεγίστη κακία, ὅταν ὁ τοιοῦτος κολάζῃ, ὁ τοσαύτην ἐπιδεικνύμενος πρόνοιαν, αὐτὸς ὁ τιμωρούμενος ᾖ· οὐ γὰρ ἂν ἣν ἐφίλει ἀθρόον οὕτως ἔῤῥιπτεν, εἰ μὴ πολλὴν ᾔδει κακίαν οὖσαν· ὁ μηδὲν κατορθωκυῖαν οὕτω φιλήσας, καὶ ἐπιμελείας μεταδοὺς τοσαύτης, οὕτως οὐκ ἂν ἀπέστη εὐθέως. Ὥστε εἰκότως μεγίστης τοῦτο κακίας τεκμήριον. *Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Τουτέστιν ἐλάνθανόν με πρὸ τοῦ σε γνωρίσαι μοι. Τίνα δὲ ἦν ταῦτα; Ὅτε εἰς ἐμὲ ἡμάρτανον, οὐχ ἑώρας· ὅτε τοιαῦτα ὕβριζον οὐκ εἶδες, ἀλλ' ἔλεγες· Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Διατί μὴ λέγεις καὶ νῦν· Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, ἀλλὰ τὰ ἐπιτηδεύματα αὐτῶν καλεῖς; Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν. Τινὲς ταῦτα εἰς τὸν Χριστὸν ἐκλαμβάνουσιν, ἀλλ' ἡμεῖς τέως τῆς ἱστορίας ἐχώμεθα μηδὲν ἐγκαλοῦντες ἐκείνοις. Πανταχόθεν γὰρ ἡ Ἐκκλησία οἰκοδομείσθω. Δεύτερον ἤδη τῷ προφήτῃ εἶπε· Μὴ εὔχου ὑπὲρ αὐτῶν, καὶ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ καὶ τὰς αἰτίας προσέθηκε. Καί τοι εἰ καὶ ἁπλῶς ἦν εἰρηκὼς, ἔδει ἀκουσθῆναι· νῦν δὲ καὶ τὰς αἰτίας λέγει. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; ἐπεὶ οὖν διὰ τῶν λόγων οὐκ ἔπειθεν αὐτὸν, δι' ἔργων ἔπεισε, καὶ τὴν εἰς αὐτὸν ὕβριν ἔδειξεν. Φιλοσοφεῖς σὺ, φησὶν, ἐν οἷς ὑβρίζομαι ἐγώ. Ὅρα ἐπιείκειαν, καὶ ταπεινότητα. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους ταῖς εὐχαῖς ταῖς τούτου θαῤῥοῦντας γενέσθαι χείρους, οὗτος δὲ οὐκ ἠνείχετο μὴ εὔχεσθαι ὑπὲρ αὐτῶν· δεῖξαι αὐτῷ βουλόμενος, ὅτι οὐκ ἔστι τοῦ Θεοῦ φιλανθρωπότερος, ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς, ὅρα τί ποιεῖ. Τοὺς δόλους αὐτῶν καὶ τὰς βουλὰς κατασκευάζει γενέσθαι φανερὰς, ἐκπομπεύων ταῦτα, καὶ τί ἔπραττον, καὶ τί ἔλεγον. Ἵνα μάθῃ ὅτι οὐκ ἀπορῶν αὐτῶν οὐκ ἀκούει, ἀλλ' ἀναξίους ὄντας οὐκ ἐλεεῖ. Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον. Θαυμαστὴ ἡ ἀφέλεια τοῦ προφήτου. Οὐδὲν οὕτως ὁ Θεὸς προσίεται· ἄρα καὶ τὰ πρότερα ἐξ ἀφελοῦς πείρας ἔπαθεν. Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Τί ἐστι ξύλον; Σταυρώσωμεν αὐτὸν, ὡς ἐπικατάρατον, μηδὲ κοινῷ τελευτήσει θανάτῳ, καὶ μετὰ ὁμονοίας ἡ κακία. *Ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες· Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων. Τουτέστι ῥίζαν θανάσιμον· τοῦτο γὰρ λέγει ξύλον. Κύριε, κρίνων δίκαια. Ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Τουτέστι δικαίαν εἴσπραξαι παρ' αὐτῶν δίκην. Γνοὺς γὰρ αὐτῶν τὴν πονηρίαν, ἐπαύσατο τοῦ προσεύχεσθαι. Ὅρα παῤῥησίαν ἁπλῶς, καὶ εἰκῆ ταῦτα πάσχω· παρὰ σοῦ βούλομαι ἐκδίκησιν, ἂν θέλῃς, φησίν. Οὐκ ἂν δὲ γένοιτο παρὰ σοῦ, ὃ μὴ μετὰ τοῦ δικαίου γένοιτο, ὡς ὅταν παρὰ τοῦ κριτοῦ ἡ ἀπαίτησις. Οὐχ ἁπλῶς εἶπεν κρίνων δίκαια, δοκιμάζων νεφρούς. Εἴ τι λάθρα κατ' αὐτῶν τετόλμηται, εἴ τι κατὰ διάνοιαν, σὺ οἶδας ὁ τὰ ἀπόῤῥητα πάντων εἰδώς. Πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. Τουτέστι τὰ δίκαιά μού σοι εἶπον. Σὺ Κύριος ἐπεξελθεῖν. Ὁρᾷς ὅτι οὐχ ἑαυτῷ ἐπιτρέπει, ἀλλὰ τῷ Θεῷ, ἤκουσάς μου τὰ δικαιώματα· ὡς θέλεις ποίησον. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ, τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, Οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου· εἰ δὲ μὴ, ἀποθάνῃ, κ. τ. λ. Ὁρᾷς ὅτι εἰς Θεὸν ἔτεινε τὸ πρᾶγμα. Ἐκώλυον λέγειν τὰ παρὰ Θεοῦ· τοῦτο καὶ Ἡσαΐας λέγει· Μὴ λέγετε ἡμῖν τὴν ὁδὸν Κυρίου, ἀλλὰ λέγετε ἡμῖν ἕτερα. Κἀκείνων πολλὴ ἡ κακία, ὅταν μὴ ἀνέχωνται μηδὲ φωνῆς θεραπεῦσαι δυναμένης· καὶ ὅρα τὴν κακίαν. Αὐτοὶ οἱ πολῖται καλλωπίζεσθαι ὀφείλοντες ἐπὶ τῷ προφήτῃ, αὐτοὶ αὐτὸν ἐπιχειροῦσιν ἀνελεῖν. Ἔνθα ἐβλάστησε τὸ καλὸν, ἐκεῖ πλείων ἡ κακία. Ἴσως καὶ φθόνος ἦν πολύς. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς; καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ θυγατέρες, κ. τ. λ. Ἀλλ' ὅρα, χαλεπωτέραν ἔδωκαν δίκην· διατί καὶ οἱ παῖδες; Τίνος ἕνεκεν; Ἴσως καὶ αὐτοὶ πονηροὶ ἦσαν, οὐδὲ τῷ παραδείγματι τῶν ἀνδρῶν ἐσωφρονίσθησαν. Ὁρᾷς πῶς ἀγανακτῶ ὑβριζομένου σου· οὕτω καὶ σὺ ὑβριζομένου μου. Ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. Πάλιν εἰς ἀναβολὴν τὸν λόγον ἤγαγεν, ὅτε οὕτως ἐπείγει τὴν τιμωρίαν· πείθων αὐτὸν καὶ δεικνὺς πῶς ἐστιν ἀγαθός. Οὐχὶ νῦν ἐπάξω, φησὶν, ἀλλ' ἐν ἐνιαυτῷ, ὥστε καὶ ἔδωκεν αὐτοῖς καὶ προθεσμίαν μετανοίας.