Ancient Greek · ~13 min
ΚΕΦΑΛ. ΚΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΔʹ.1
Not analysed yet
*Καὶ ἔδειξέ μοι Κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ Κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος τὸν Ἰεχονίαμ υἱὸν Ἰωακεὶμ βασιλέα Ἰούδα. Εἶτα μετ' ὀλίγα· Ὁ κάλαθος ὁ εἷς, σύκων χρηστῶν σφόδρα, ὡς σῦκα πρώϊμα, καὶ ὁ κάλαθος ὁ ἕτερος σύκων πονηρῶν σφόδρα, τῶν μὴ βιβρωσκομένων ἀπὸ πονηρίας αὐτῶν, καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἔννοιαν ἔχει ἡ ὀπτασία αὕτη τοῦ προφήτου. Ὅτι μὲν οὖν ἐπὶ τοῦ Σεδεκίου γέγονε, δῆλον. Καὶ δείκνυσι τὰ ῥήματα. Αἰχμαλώτων δὲ γενομένων τῶν περὶ τὸν Ἰωακεὶμ, ἔφασκον οἱ ἐπὶ τοῦ Σεδεκίου, ὡς Οὐδὲν πεισόμεθα δεινὸν ἡμεῖς παρὰ Βαβυλωνίων, πράττοντες δίκαια, ἐπείπερ κακοὶ γενόμενοι ἐκεῖνοι καὶ ἀσεβεῖς, οἵ τε προπάτορες οἱ ἡμέτεροι αἰχμάλωτοι γεγόνασι. Διὰ τοίνυν ταύτης τῆς ὀπτασίας δείκνυσιν ἐκείνους ἄμεινον τούτων ὁ Θεός. Καὶ ὥσπερ, φησὶ, τὰ σῦκα τὰ χρηστὰ περὶ πολλοῦ ἄν τις ποιήσαιτο, οὐδ' ἀπολύειν οὐδὲ ῥίπτειν ἐθέλων ἐξ αὐτῶν τι, οὕτως καὶ αὐτὸς περιεποιήσατο τοὺς ἀπελθόντας· φησὶ δὲ, κάλαθον σύκων χρηστῶν, ἐκείνην τὴν ἀποικίαν· ἐπειδήπερ μετὰ τοῦ πλήθους, καὶ ὁ δίκαιος παρελήφθησαν, οἶκος Δανιὴλ, καὶ οἱ τρεῖς παῖδες, καὶ Ἐζεκιὴλ, καὶ εἴ τις κατ' ἐκείνους ἐτύγχανε. Καὶ ὥσπερ, φησὶ, τὰ πονηρὰ ῥίπτεται, οὐδαμῶς χρήσιμα τυγχάνοντα, οὕτως πάντας διαφθερῶ ἀχρήστους ὄντας, καὶ εἰς ἀσέβειαν ἐκκλίναντας, παντελῶς οὐδεμίαν μνήμην τοῦ ἑαυτῶν Δεσπότου ποιουμένους. Πονηρῶν δὲ σύκων κάλαθον τούτους ὠνόμασε διὰ τὸ μὴ εὑρεθῆναι αὐτοῖς δίκαιον. Τί βούλεται ἡ εἰκὼν τῶν καλάθων τῶν σύκων, εὐτελὴς οὖσα σφόδρα; Ἀλλὰ τῆς εὐτελείας ἡ ταπεινότης αἰτία τῶν τότε· καὶ γὰρ καὶ ἀλλαχοῦ τὸ φίλτρον τὸ περὶ αὐτοὺς δηλῶσαι βουλόμενος, οὐδὲν τῶν μεγάλων καὶ ὄντως ποθεινῶν τίθησιν, ἀλλὰ σῦκα καὶ σταφυλάς. Ὡς σταφυλὴν εὗρον τὸν Ἰσραὴλ ἐν ἐρήμῳ, καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον. Ἐνταῦθα οὖν τὸ κατ' αὐτῶν φίλτρον, ὃ μέλλει περὶ ἐκείνους ἐπιδείκνυσθαι, καὶ τὸ μῖσος τὸ περὶ τούτους διὰ τῆς εἰκόνος παρίστησι. Καὶ κατὰ πρόσωπον τοῦ ναοῦ Κυρίου· ἵνα δείξῃ τὴν ἀπόφασιν ἐκεῖθεν ἐξενηνεγμένην. Καὶ εἶπε Κύριος πρός με. Τίνος ἕνεκεν αὐτὸν ἐρωτᾷ; ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ ἀπὸ τῆς ἀποκρίσεως λάβῃ τὴν ἀπόφασιν ὁ λαός. Καὶ ἐγένετο. Τί τούτου τοῦ τρόπου διορθωτικώτερον; ἔδειξε τὴν διαφοράν. Τί γὰρ, εἰ τὴν πατρίδα ἔχετε ἔτι, ἀλλὰ διεφθαρμένοι ἐστέ; τί δὲ [εἰ] ἐν αἰχμαλωσίᾳ ἐκεῖνοι, ἀλλὰ προσφιλεῖς μοί εἰσι; τοῦτο δὲ ποιεῖ, ἵνα μεταβάλωνται, καὶ μὴ νομίσωσιν ἐξ οἰκείας ἀρετῆς ἀπομεμενηκέναι. Καὶ ἀνοικοδομήσω. Ὁρᾷς ὅτι τὸ, οὐ μὴ, οὐκ εἰς διηνεκές ἐστι; καὶ γὰρ καθεῖλεν αὐτούς. Καὶ δώσω αὐτοῖς καρδίαν. Εἰ τοίνυν σὺ δίδως τὴν καρδίαν, τίνος ἕνεκεν οὐκ ἔδωκας πρότερον; οὔτε γὰρ ἦσαν τότε δεκτοὶ πρὸ τῶν τιμωριῶν καὶ τῆς διορθώσεως. Ὅρα τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο· καὶ τὴν αἰτίαν λέγει, ὅτι ἐπιστραφήσονται· ἀλλὰ ἡ εἰκὼν οὐκ ἀφίησιν. Οὐ γὰρ ἔστι τὰ ἅπαξ διαφθαρέντα ἐπανελθεῖν, καὶ γενέσθαι καλά. Ἀλλὰ τὰ μὲν καλὰ, φησὶ, μένει· τὰ δὲ μὴ καλὰ, οὐκέτι. Ἀλλ' οὐκ ἐπὶ τῆς φύσεως, ἀλλ' ἐπὶ τῆς προαιρέσεως εἴληπται. Περὶ γὰρ τὴν ποιότητα ἡ διαφορὰ, οὐ περὶ τὴν οὐσίαν. Εἰ δὲ λέγεις· Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ τούτοις δίδωσιν ἐπαγγελίας χρηστάς; Ὅτι διὰ τοῦτο τούτοις ἐπιτείνει τὸν φόβον; ἵνα μηδὲ πεῖραν λάβωσιν. Καὶ τοὺς κατοικοῦντας. Μὴ θαῤῥεῖτε, φησὶν, ὡς συμμαχίαν ἔχοντες· οὐ γὰρ δὴ οὐ μὴ προστήσωνται ὑμῶν, ἀλλὰ καὶ αὐτοὶ ληφθήσονται· καὶ οὐ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ περαιτέρω προβήσεται τὰ κακά. Καὶ ἔσονται εἰς ὄνειδος. Ἀθάνατος ὑμῶν τῆς κολάσεως ἡ μνήμη, καὶ δήλη πᾶσιν ἀνθρώποις.