Ancient Greek · ~27 min
ΚΕΦΑΛ. ΚΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΓʹ.1
Not analysed yet
*Ὦ οἱ ποιμένες οἱ ἀπολλύντες, καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου. Τὸν ὅμοιον, φησὶ, τρόπον, καὶ σὺ, ὦ Σεδεκία, παρανομῶν διατελεῖς, καὶ αἴτιος ἀπωλείας τῷ πλήθει γίνῃ. Καὶ ὁ Ἰεζεκιὴλ πολλὰ κατ' αὐτῶν φησι, καὶ αὐτὸς ὁ Ἱερεμίας, καὶ ὅρα χαλεπωτέραν κατ' αὐτῶν τὴν τιμωρίαν. Οὗτοι γὰρ ἀπόλλυνται ἐπ' ἀλλοτρίας· τοῖς δὲ ἀπατηθεῖσιν ἐπαγγέλλεται μετὰ ταῦτα ἄνοδον, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἄρχοντας καθαρούς. Ἴδε πανταχοῦ τὸ δίκαιον. *Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ στήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος. Περὶ τοῦ Ζωροβάβελ λέγει. Σύμμαχός φησιν ἀντὶ τοῦ, Ἀνατολὴν δικαίαν, Βλάστημα δίκαιον· περὶ Χριστοῦ τοῦτο εἴρηται, ὥς φασί τινες, ἐγκεκρυμμένως. Κατὰ δὲ ἱστορίαν περὶ Ἰωσεδέκ. Καὶ εὐκαίρως δίδωσι τοὺς ἀγαθοὺς ἄρχοντας, ὅτε αὐτοὺς ἐκ τῆς τιμωρίας σωφρονεστέρους ἐποίησεν, ὥστε καὶ εὐπαράδεκτον γενέσθαι τὴν ὠφέλειαν, τῆς ῥᾳθυμίας καὶ ἀλαζονείας ἀνῃρημένης. Καὶ τοῦτο ὄνομα αὐτῷ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδέκ. Ἐν τοῖς προφήταις τὸ, Ἰωσεδὲκ, ἑρμηνεύεται ἄρχων δικαιοσύνης ἡμῶν, ἵνα εἴπῃ, ὅτι, ὡς προφῆται κατὰ γνώμην τοῦ Θεοῦ φθέγγονται, οὕτω καὶ αὐτὸς δίκαιος γενόμενος εἰς δικαιοσύνην ἄξει τὸν λαόν. Συνετρίβη ἡ καρδία μου. Τοῦτό φησιν, ὅτι Ἐγὼ μὲν, ἰδὼν τὴν δόξαν τοῦ Θεοῦ ἐξέστην· οὗτοι δὲ οὐδὲ τὴν τιμωρίαν δεδοίκασιν. Καὶ ἐγένετο ὁ δρόμος. Τουτέστιν, ἡ σπουδὴ ἐπ' οὐδενὶ καλῷ. Ὥστε ἐσπούδαζον, ἀλλ' οὐκ ἐπὶ χρηστοῖς πράγμασιν. Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν. Ἐμοὶ δοκεῖ τὰς μοιχείας λέγειν ἐν αὐτῷ τῷ οἴκῳ, ἀπὸ τοῦ ἀξιώματος ἱερεύς· ἀπὸ τοῦ τόπου, ἐν τῷ οἴκῳ· ἀπὸ τοῦ πράγματος, πονηρίας μοιχείας. Τί τούτου χαλεπώτερον; εἰ καὶ τοῖς ἄλλοις ἠπίστουν, τοῦτο ἱκανὸν ἐλέγξαι αὐτῶν τὴν πονηρίαν· ἀλλοτρίους διώρυττον γάμους, ἐπεμαίνοντο ταῖς γυναιξίν. Διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν. Ὅρα, πῶς πάλιν οὐ παρὰ πόδας ἐπάγει τὴν κακίαν, ἀλλὰ δίδωσι προθεσμίας· εἶτα ἵνα μὴ ἀναβολὴ εἰς ἀπιστίαν αὐτοὺς καὶ κακίαν ἀγάγῃ, ἀναμιμνήσκει τοὺς τὰ αὐτὰ πλημμελοῦντας αὐτοῖς, καὶ χαλεπώτερα παθόντας. Καὶ ἐν τοῖς προφήταις Σαμαρείας. Ἐκεῖνοι, εἰ καὶ μηδὲν ἕτερον, τὸν Βάαλ προεβάλλοντο· οὗτοι δὲ ἐμέ. *Καὶ ἐν τοῖς ψευδοπροφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά. Ὁ Ἑβραῖος, πεφυρμένα, ἵνα εἴπῃ, οὐδὲν ἀληθὲς λέγοντας, ἀλλὰ κατὰ φιλοτιμίαν τοὺς λόγους ποιουμένους· ταῦτα δὲ κατὰ σύγκρισιν τῶν ψευδοπροφητῶν τῶν ἐν Σαμαρείᾳ λέγει, ὅτι ἐκεῖνοι κἂν τάξει τινὶ ἐδόκουν λέγειν ἅπερ ἔλεγον, ὡς βωμὸν ἔχοντες, καὶ δαμάλεσι προσκυνοῦντες, καὶ τὴν λοιπὴν εὐταξίαν δοκοῦντες φυλάττειν, εἰ καὶ παρανόμως· οὗτοι δὲ τὴν ἐκείνων κακίαν ὑπερέβησαν τῇ παρανομίᾳ. Οὐ γὰρ συνεχώρουν τὸν παρὰ τοῦ Θεοῦ φόβον ἐγκαθίσαι τῇ διανοίᾳ τῶν ἀκουόντων· τὴν ὑπόθεσιν πᾶσαν τοῦ γενέσθαι βελτίους ἀνῄρουν, καὶ κατεῖχον ἐν τῇ πονηρίᾳ τοὺς ἀνθρώπους ἅπαντας. Καὶ ἀντιλαμβανομένους. Οὐ μόνον, φησὶν, οὐκ ἐνουθέτουν ἀνθρώπους (ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν) ἀποστρέφειν ἀπὸ τῶν πονηριῶν, ἀλλὰ καὶ συνηγόρουν αὐτοῖς, ὡς ἐκ τούτου μᾶλλον ἐπιτρίβεσθαι αὐτοὺς εἰς κακίαν. Ἐγενήθησάν μοι. Τίνα οὐχ ἱκανὰ παιδεῦσαι ἐκεῖνα; οὕτως ἀτερπὴς καὶ φοβερὰ ἡ ὄψις τῆς γῆς, καθάπερ σῶμα διὰ παντὸς ἐμπεπρησμένον. Διὰ τοῦτο. Οὐχὶ τῇ φύσει, ἀλλὰ τῇ διαθέσει προϊέμενον. Ὅταν μὲν γὰρ αὐτῇ τῇ φύσει πικρὸν ᾖ, πολλὰς ἔνι παραμυθίας εὑρεῖν, καὶ τόπους ἀμείβομεν, καὶ παρὰ τῶν ἐχόντων ἀπολαβόντες, καὶ ἕτερόν τι προσάγομεν. Ὅταν δὲ αὐτὸ τὸ αἰσθητήριον διεφθαρμένον ᾖ, οὐδεμία λοιπὸν ἴασίς ἐστι. Βέλτιον οὖν τὰς αἰσθήσεις ὑγιαίνειν, ἢ τὰ στοιχεῖα πικρὰ ὅταν [ὄντα] μεθ' ἑαυτοῦ περιφέρῃ [περιφέρειν]. Ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλήμ. Πάλιν τὴν αἰτίαν τίθησιν· οὐκ ἤρκεσεν αὐτοῖς μέχρι τῆς πόλεως στῆσαι τὰ δεινὰ, ἀλλὰ καὶ τῶν ἑτέροις συμβάντων αὐτοὶ γεγόνασιν αἴτιοι. Οὕτω λέγει Κύριος. Ταῦτα ἀποφάσεις εἰσί· πόθεν, εἰπέ μοι, δῆλον; ὅτι ψευδῆ λέγουσιν, ὅτι κακὰ ἐπιτείνουσιν, ὅτι ῥᾳθυμίαν αὔξουσιν. *Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσε τῶν λόγων αὐτοῦ; Τουτέστι, τίς τούτων τῶν ἐναντιουμένων τοῖς προφήταις ἀνέμεινε θείαν ἐνέργειαν, καὶ ἀξιωθεὶς Πνεύματος ἐλάλησε ταῦτα; ἵνα εἴπῃ, Ἐξ αὐτῶν τῶν πραγμάτων δείκνυνται μαχόμενοι τῷ θείῳ βουλήματι, ὅτι τοῖς ἀληθέσι προφήταις μάχονται συμπράττοντες τῇ τῶν εἰδώλων θεραπείᾳ. Τουτέστι, τίς δύναται τὸν Θεὸν ἰδεῖν; Σύμμαχός φησι· Τίς γὰρ παρῆν ἐν ὁμιλίᾳ, καὶ τίς δὲ ἤκουσε; Πῶς οὖν ὑμεῖς λέγετε ἀκηκοέναι; *Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδασκον ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Τουτέστιν, Εἰ ἐνέμενον τοῖς ἐμοῖς νομίμοις, καὶ τὴν παρ' ἐμοῦ χάριν ἀνέμενον, πάντως ἂν εὐσέβειαν τὸν λαὸν ἐδίδασκον. Οὐ μικρὸν τεκμήριον· οὐχ ὁ τυχὼν κανὼν ὅρος προφητείας καὶ ψευδοπροφητείας. *Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτὸν, φησὶ Κύριος; Τουτέστι, Καθ' ἡδονὴν τῷ πλήθει λαλοῦντες, ἀπατᾷν αὐτοὺς ἐνομίζετε· καὶ τοὺς οὐκ εἰδότας εἰς ὑποψίαν ἄγετε, ὡς παρ' ἐμοῦ ἀποστελλόμενοι. Διατί μὴ λογίζεσθε τὴν ἐμὴν ἀξίαν, ὡς ἑκάστῳ πάρειμι, ὥστε καὶ τὰ βουλεύματα εἰδέναι; καὶ οὐχὶ κατὰ τοὺς ἀνθρώπους πόῤῥωθεν ὢν τῶν ὑμετέρων λογισμῶν, ἀγνοῶ ἃ πράττετε. Τίς γάρ ἐστιν ἐξ ὑμῶν, ὃς κατὰ βουλήν τι σκέπτεται, καὶ λανθάνει ἐμέ; τοῦτο γὰρ μηνύει, Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; τουτέστιν, ἦ ἐν ἀποκρύφῳ τις τῆς ἑαυτοῦ διανοίας κρύψαι βούλεται, καὶ λανθάνει μου τὴν γνῶσιν; Ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. Πόθεν οἶδα; Παρὼν ἐγώ εἰμι· πανταχοῦ πάρειμι. Εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ, Θεὸς ἐγγίζων ἐγώ εἰμι· πανταχοῦ πάρειμι· ὅπερ ἀναμφισβήτητον τεκμήριον ἦν τοῦ πάντα εἰδέναι. Καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ γὰρ τὸ φῶς πανταχοῦ πάρεστιν, οὕτω καὶ ὁ Θεός. Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; Οἶδα, φησὶ, πῶς συντιθέασι προφητείας· ὑποψίας τεκμήριον τὸ τοῖς πονηροῖς προφητεύειν τὰ πονηρά· εἶτα καὶ ἐὰν διηγήσηται, φανερὰ ἔσται. *Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον, φησὶ Κύριος; Καλῶς τῇ συγκρίσει τῶν προφητῶν πρὸς τοὺς ψευδοπροφήτας ἐπήγαγε τοῦτο ἀντὶ τοῦ, Σύγκρισις οὐδεμία ἀχύρου πρὸς σῖτον. Ὁ μὲν γὰρ τρόφιμός ἐστι, καὶ πρὸς ἀνθρώπους σύστασιν συντελεῖ. Οὐδὲν δὲ χρήσιμον ἀνθρώποις ἄχυρον, ἀλλ' ἢ ῥίπτεται ἢ ἀλόγων τροφὴ γίνεται. Οὕτω, φησὶ, καὶ τῶν προφητῶν οἱ λόγοι τρέφουσι ψυχάς. Οὐ μὴν ὁ λόγος τῶν ψευδοπροφητῶν δύναταί τι συντελεῖν πρὸς κέρδος ἀνθρώπων, πλὴν εἰ μή τι τοῖς ἐξ ἀλογίας πειθομένοις, παραμυθίαν τινὰ παρέχει, οὐ κέρδος, καὶ ἐπάγει, Οὐχ οὕτως· τουτέστιν οὐδεμία σύγκρισις. *Οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλεκυς κόπτων πέτραν. Τουτέστιν, Οἱ διὰ τῶν προφητῶν λόγοι ἀληθεῖς καὶ ἐνέργειαν ἔχοντες. Ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας. Πῶς ἐμοὶ δοκοῦσι τῶν προφητῶν ἀκούοντες μιμεῖσθαι αὐτοὺς ἔνιοι, ἢ ἑτέρων διηγουμένων ἀκούοντες, καθάπερ ὄφις. Διὰ τοῦτο καὶ ὁ Ἰεζεκιήλ φησι, ὅτι Ἐὰν ἔλθῃ, φησὶ, προφήτης, ἐγὼ Κύριος ἐπλάνησα αὐτόν· οὐ γὰρ συγχωρεῖ μαθεῖν λοιπόν· διὰ τοῦτο καὶ τὸ λῆμμα λέγει ἀνελεῖν. Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας. Προφητείας γλώττης τὰς ψευδεῖς καλεῖ· οὐ γλώσσης δέ εἰσιν αἱ ἀληθεῖς προφητεῖαι. Καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. Πολλοὶ γὰρ εἴδη ἐπετήδευον προφητείας διὰ ὕπνων, διὰ χρησμῶν. Ἀλλὰ παραμυθήσονται πρὸς τὸ παρόν. Καὶ λῆμμα Κυρίου. Καὶ ποία βλάβη; ἐπειδὴ ἐκεῖνον προσεποιοῦντο λήψεσθαι, τὴν ὁμωνυμίαν ἀναιρεῖ. Λαμβάνειν γὰρ καὶ οἱ δαίμονες ἠδύναντο καὶ ἐνομίζοντο ὑπὸ Θεοῦ λήψεσθαι. Ἀλλ' οὐκ ἔστι τοῦτο.