Ancient Greek · ~7 min
ΚΕΦΑΛ. ΚΗʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΗʹ
Not analysed yet
Καὶ εἶπεν Ἱερεμίας. Ἀνανίου τοῦ ψευδοπροφήτου εἰρηκότος, ὡς μετὰ δύο ἔτη ὑποστρέφουσι τὰ ἅγια σκεύη ἐκ τῆς Βαβυλῶνος, εἶπεν ὁ Ἱερεμίας, ὅτι τὸ πέρας δείξει τῶν λόγων τὴν ἀλήθειαν. Ἀληθῶς, κ. τ. λ. Ἵνα μὴ νομίσητε, ὅτι ἐγὼ ὑμῖν πολεμῶ· βούλομαι ἐγὼ καὶ εὔχομαι τοῦτο εἶναι, καὶ ἐμαυτὸν ψεύδεσθαι. Πλὴν ἀκούσατε. Εἶτα ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ὅρα πῶς αὐτοὺς φοβεῖ, μονονουχὶ λέγων, ὅτι οὐδὲν ἔσται τοιοῦτον, καὶ δεικνὺς, ὅτι πάντες οἱ προφῆται οἱ τὰ λυπηρὰ λέγοντες, οὗτοι μάλιστα ἦσαν ἀληθεῖς. *Καὶ ἔλαβεν Ἀνανίας ὁ ψευδοπροφήτης ἔναντι παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου τοῦ προφήτου, καὶ συνέτριψεν αὐτοὺς, καὶ τὰ ἑξῆς. Ὁ Ἱερεμίας τὸν ζυγὸν ἐπὶ τοῦ τραχήλου φέρων κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα, προφητεύσας κατὰ τῶν ἐθνῶν προεφήτευσε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἦν δὲ τέταρτον ἔτος τοῦ Σεδεκίου, ὡς αὐτὸς ὁ προφήτης λέγει. Ἐν τοίνυν τῷ πέμπτῳ μηνὶ τούτου τοῦ ἔτους Ἀνανίας ὁ ψευδοπροφήτης ἐλθὼν ἐμήνυεν ἄοδον [ἴσ. ἄνοδον] τῶν αἰχμαλωτισθέντων, καὶ τοῦ Ναβουχοδονόσορ ἀπώλειαν, καὶ, ὡς δὴ κατὰ πρόσταγμα Θεοῦ ποιῶν, συνέτριψε τὸν ζυγόν. Εἶτα κατ' αὐτοῦ ἀποκάλυψις τοῦ Ἱερεμίου, καὶ ἀποκάλυψις τῆς ἀληθείας τῶν λόγων· φησὶ γὰρ πρὸς αὐτόν. Ὅρα παρ' ἡμῖν τὰ ἁμαρτήματα, τοὺς ἐλέγχους. Τί οὖν ὁ Ἱερεμίας; Οὐδὲν πλέον ἐποίησεν, ἀρκοῦντα τὸν ἔλεγχον ἐπιδειξάμενος. *Τούτῳ τῷ ἐνιαυτῷ σὺ ἀποθανῇ (ὅτε ἐκδίκησιν ἐποίησας αὐτῷ), λαλήσας πρὸς τὸν Κύριον. Τουτέστιν ἐναντίαν τῇ βουλῇ τοῦ Θεοῦ, καὶ ἐπάγει· Καὶ ἀπέθανεν Ἀνανίας ὁ ψευδοπροφήτης ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἐν τῷ μηνὶ ἑβδόμῳ μετὰ δύο μῆνας τῶν λόγων τοῦ προφήτου. Τούτων δὲ γενομένων γράφει ὁ Ἱερεμίας κατὰ πρόσταγμα Θεοῦ πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ μὴ ἀπατᾶσθαι τοῖς λέγουσιν αὐτοῖς, ἐπανιέναι· εἰδέναι δὲ ὡς καὶ οἱ ἐν τῇ γῇ αὖθις ἀποικισθήσονται.