Ancient Greek · ~10 min
ΚΕΦΑΛ. ΚΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΚΘʹ
Not analysed yet
Καὶ οὗτοι οἱ λόγοι. Τίνος οὖν ἕνεκεν, εἰπὲ, πέμπει καὶ πρὸς τοὺς ἐν Βαβυλῶνι; Μὴ γὰρ οὐκ εἶχον ἐκεῖ τὸν Ἰεζεκιήλ; Τί βούλεται καὶ αὕτη ἡ ἐπιστολή; ἐκ περιουσίας γίνεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς καὶ αἰδεσιμώτερον νομίζειν καὶ τὸν ἀπὸ τοῦ ναοῦ, καὶ τὸν ἀπὸ τῶν ἁγίων λέγοντα, σημαίνει τοῦτο. Ἄλλ' ὅρα διεστραμμένην κακίαν. Κἀκείνους ἐκεῖ διέφθειρον οἱ ψευδοπροφῆται. *Ἰδοὺ ἐγὼ δώσω ὑμᾶς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ τὰ ἑξῆς. Οὗτοι ψευδοπροφῆται ἦσαν, καὶ τοῦ Ἱερεμίου μετὰ τὸν θάνατον τοῦ Ἀνανία γράψαντος ἐπιστολὴν ἔχουσαν τὴν δύναμιν, ἣν προεῖπεν πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ, τὰ ἐναντία προεφήτευον. Λέγει τοίνυν κατ' αὐτῶν ὁ Θεὸς διὰ τοῦ προφήτου, καί φησι· Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν. Ὁ γὰρ ἀκούων, τίς ὁ Ἀχιὰβ καὶ τίς εἴη ὁ δύσμορος οὗτος ὁ ἀποτηγανισθεὶς, ἐμάνθανε καὶ τὴν προφητείαν, καὶ τὰ ἁμαρτήματα αὐτῶν τὰ κεκρυμμένα. *Δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραὴλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν. Ἀκούσας γὰρ ὁ Βαβυλώνιος ταῦτα λέγειν αὐτοὺς, ἀποστείλας παρέστησεν εἰς τὴν Βαβυλῶνα, καὶ τηγανίσας ἀπέκτεινε. Τὸ δὲ, ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν, ὁ Ἑβραῖος. τῶν ἑταίρων αὐτοῦ, ἔχει. Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ μάρτυς, φησὶ Κύριος. Τουτέστιν, ἃ κρυφῆ πράττετε λανθάνοντες τοὺς πολλοὺς, ταῦτα ὁρῶ ἐγὼ καὶ εἰσπράττομαι ὑμᾶς τὴν δίκην. Καὶ πρὸς Σαμέαν. Λέγει δὲ καὶ τὰ συμβησόμενα εἰς τὰς γυναῖκας αὐτῶν. Κύριος ἔδωκέ σε ἱερέα. Τί οὖν, καὶ τούτῳ τῷ Σαμέᾳ πέμπει προφήτην; Ἰδοὺ τρεῖς προφητεῖαι· μία, ὅτι ἑβδομήκοντα ἔτη ποιοῦσιν· ἑτέρα, ὅτι ἀνελεύσονται· ἑτέρα, ὅτι οἱ περὶ Ἀχιὰβ ἀποθανοῦνται, καὶ ἀρὰ ἔσονται. *Διότι ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· Μακράν ἐστιν, οἰκοδομήσατε τὰς οἰκίας, καὶ τὰ ἑξῆς. Σαμέας οὗτος ἄποικος ἦν μετὰ τῶν ἀπαχθέντων· ἡδόμενος τοίνυν τῇ ἐπανόδῳ ἐτέρπετο τοῖς ταῦτα λέγουσι. Τοῦ τοίνυν προφήτου τὴν ἐπιστολὴν γράψαντος ἐκείνην, καὶ παραινοῦντος τῷ λαῷ στέργειν τὴν ἐν Βαβυλῶνι οἴκησιν, ἀγανακτήσας πρὸς τὸν Σοφονίαν, τότε ἱερέα τυγχάνοντα, πρῶτον γράφει ταῦτα, ἃ νῦν ἐκ τῆς προφητείας παρεθέμην, ἐπιτιμῶν τῷ Σοφονίᾳ, ὅτι μὴ δίκην εἰσεπράξατο τὸν Ἱερεμίαν ἐπιστείλαντα ταῦτα· τὸ δὲ, εἰς τὸ ἀπόκλεισμα Σινὼχ, τουτέστιν, εἰς τὸ ἀπόκλεισμα τῆς φυλακῆς. Τὸ γὰρ Σινὼχ, ἐγκλειστήριον ἑρμηνεύεται· ὁ γὰρ Ἑβραῖος φυλακὴν οὐ δύναται σαφῶς εἰπεῖν, ἀντὶ δὲ δεσμωτηρίου, τῇ τοῦ ἐγκλειστηρίου χρῆται φωνῇ. Ἰδοὺ ἐγὼ ἐπισκέψομαι. Τί τούτου γένοιτ' ἂν τερατωδέστερον; Σαμέας ἦν ὁ μὴ μέλλων ὁρᾷν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τὰ προλαβόντα, κἀκείνοις πίστιν ἔδωκεν, ὅτι οὐκ αὐτόματα συνέβη· ἐπειδὴ γὰρ οἱ περὶ Ἰεχονίαν ἑκοντὶ παρέδωκαν ἑαυτοῖς, ἵνα μὴ νομίσωσιν ἔλαττον ἐσχηκέναι ὑπακούσαντες τῷ Θεῷ· Ὄψεσθε, φησὶν, ἃ τούτους διαδέξεται.