Ancient Greek · ~12 min
ΚΕΦΑΛ. Λʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Λʹ.1
Not analysed yet
Οὕτως εἶπε Κύριος. Οὕτω θαῤῥῶ, φησὶ, τῇ προῤῥήσει, ὅτι καὶ ἔγγραφον αὐτὴν εἶναι βούλομαι, ὃ μάλιστα ἐπιδείξεται τὸ τέλος. Φωνὴν φόβου ἀκούσεσθε. Διαλύει τὴν ἰσχὺν πᾶσαν ὁ φόβος· πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, οὐχ ὅτι δεινὰ ἐπάγει μόνον, ἀλλὰ καὶ πρὸ τῶν δεινῶν τὸν φόβον· πρὸς τὴν τῶν γυναικῶν ἀσθένειαν μεταστήσονται. Ἐστράφησαν. Καὶ γὰρ τοῦτο ὁ φόβος ποιεῖ· οὐ σωφρονίζει οἴκοθεν, ἀλλὰ παρὰ τῶν πλησίον. Ὅτι μεγάλη ἡ ἡμέρα. Μεγάλη κατὰ τὴν τῶν δεινῶν ὑπερβολὴν, οὐκ ἔστι τοιαύτη. Ὑπερβολικῶς εἴρηται, καὶ χρόνος στενός ἐστιν· οὐκ ἔστι προφητεία τὸ πρᾶγμα, ἀλλὰ πεῖρα. Συντρίψω τὸν ζυγόν. Ἀλλ' ὅμως ἐκ τῶν ἀφύκτων δεινῶν ἀνοίσουσιν. Καὶ οὐκ ἐργῶνται. Πῶς τῷ Θεῷ ἐργῶνται; Ἐπειδὴ τὰς ἀπαρχὰς ἀνέφερον· οὕτω δὴ καὶ ἐφ' ἡμῶν γίνεται· ὅταν μὴ τῷ Θεῷ ἐργαζώμεθα, μηδὲ τὸν ἀπὸ τῆς σαρκὸς καρπὸν αὐτῷ προσενέγκωμεν, ἀλλὰ τοῖς πάθεσι τῆς ψυχῆς, καθάπερ τοῖς εἰδώλοις ἐκεῖνοι, ἑτέρα τιμωρία μένει. Καὶ τὸν Δαβίδ. Τί τούτου ἁγιώτερον γένοιτ' ἂν, ὅταν οἱ διαπρέψαντες, καὶ πρὸς τὸν Θεὸν παῤῥησίαν ἐσχηκότες οἱ περὶ Ζοροβάβελ, τοῦτον δὴ μέγαν παρὰ τοῦ Θεοῦ δέξωνται τὸν κόσμον, τὸ τῇ προσηγορίᾳ τοῦ Δαβὶδ ὀνομάζεσθαι; Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν. Οὕτω καὶ ὁ Θεὸς ποιεῖ. Βίαιον τὸ σύντριμμα. Ὁρᾷς αὐτὸν ἀπολογούμενον, ὅτι χαλεπὸν τὸ τραῦμα ἔλαβε; Τοῦτο γάρ ἐστι βίαιον, οὐχ ὅσον ἔδει, ἀλλὰ πολλῷ πλέον. Οὐκ ἔστι κρίνων. Τουτέστιν, οὐδεὶς ἐξεδίκησεν, οὐδεὶς ἐβοήθησεν. Ἀφόρητον τὸ κακόν τι παθεῖν· τὸ δὲ μετὰ τὸ παθεῖν μηδὲ τὸν παρακαλοῦντα ἔχειν, ἀφορητότερον. Εἰς ἀλγηρὸν ἰατρεύθης. Ἐπειδὴ γὰρ καθάπερ ἰατρείαν τινὰ τὴν αἰχμαλωσίαν προσῆγεν αὐτοῖς, λέγει, Πολλὴν ἡ θεραπεία ὀδύνην ἐναφῆκεν· ὥσπερ ἐπί τινος ἀμαθοῦς ἰατροῦ, οὐκ εἰδότος τέμνειν καλῶς. Διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε. Αἰσχύνας ἀπ' ἀλλήλων ἕξουσι, τοῖς οἰκείοις ἕκαστος τὸν πλησίον θρέψει σώμασι· πείσονται ταῦτα ἅπερ ἐποίησαν. Ὅτι ἀνάξω. Εἰ γὰρ καὶ ἀνίατον τὸ τραῦμα, ἀλλ' οὐκ ἐμοί. Ὅτι ἐσπαρμένη ἐκλήθης. Οἱ λοιποί φασιν, ἐζωσμένη, ἐπειδὴ δίκην ἔδωκας. Μέγα ἀγαθὸν, μὴ διὰ τιμωρίας καὶ κολάσεις σώζεσθαι παρὰ τοῦ Θεοῦ καὶ τοὺς πονηροὺς καὶ ἀπεγνωσμένους, ἀλλὰ δι' ἀρετὴν καὶ μετάνοιαν. Καὶ ἐξελεύσονται, ἀπ' αὐτῶν ᾄδοντες. Τί οὖν πρὸς ἐκείνους τοὺς μέλλοντας ἀναιρεῖσθαι; Οὐ γὰρ δὴ μόνον αὐτοὺς οὐκ εὔφρανε ταῦτα, ἀλλὰ καὶ ἐλύπει πλέον. Ἐννόησον γὰρ ἄνθρωπον γεγηρακότα, ἀκούοντα ὅτι μετὰ ἑβδομήκοντα ἔτη ἔσται τὰ ἀγαθά. Διὰ γὰρ τοῦτο καὶ ἐνδιατρίβει αὐτοῖς, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· τοὺς δὲ ἐν ἡλικίᾳ, ἵνα εἰς ἐλπίδας ἀγαγὼν σωφρονίσῃ πλέον. Καὶ εἰσελεύσονται. Ὅρα πῶς λέγει τὴν εὐπραγίαν αὐτῶν, τὴν λατρείαν, καὶ τὴν ἄδειαν, καὶ ὅτι πολλοὶ ἔσονται, καὶ τὰ νόμιμα ἕξουσι. Ταῦτα γὰρ αὐτοῖς ἦν φίλα. Ὅτι ὀργή. Ταῦτα, φησὶν, ἔσται, μὴ νῦν ταῦτα ζήτει· νῦν γὰρ τῆς τιμωρίας τῆς ἡμετέρας ὁ καιρός.