Ancient Greek · ~10 min
ΚΕΦΑΛ. Λϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. Λϛʹ
Not analysed yet
Καὶ ἐνετείλατο Ἱερεμίας. Ὅρα Θεοῦ πρόνοιαν. Ἐκεῖνοι μὲν τὸν ἰατρὸν ἔδησαν, ὁ δὲ Θεὸς καὶ οὕτως δεικνὺς αὑτοῦ τὴν φιλανθρωπίαν, οὐκ ἐξέβαλεν αὐτὸν, ἀλλ' εἴασεν ἐν τῷ δεσμωτηρίῳ, ἵνα τὸν τούτων θυμὸν παραμυθήσηται, καὶ μὴ φιλονεικοτέρους ἐργάσηται, οὐ μὴν τῆς θεραπείας αὐτοὺς ἀπεστέρησεν, ἀλλὰ ποιεῖ διὰ γραμμάτων αὐτοὺς ἀναμνησθῆναι τὸ πᾶν, καὶ ἐν καιρῷ νηστείας. Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ. Τίνος δὲ ἕνεκεν ἐν καιρῷ νηστείας; ἵνα καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ πάντες παρῶσιν ἀκούοντες. Λυπεῖ τὰς ὄψεις τὰς ὑμετέρας ἡ ὄψις τοῦ προφήτου φαινομένη. Ἰδοὺ δι' ἑτέρου σκεύους ὑμῖν τὸ φάρμακον παραδίδωμι [ἐπιτίθησι]. Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδίν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ ἀκούσας τὰ δυνάμενα καὶ λίθον μαλάξαι, συνέκοψε τὸ βιβλίον· ὥσπερ ἂν εἴ τις τὸν ἰατρὸν οὐχ εὑρὼν, τὸ φάρμακον λαβὼν, εἰς τὸ πῦρ ἔῤῥιψεν. Εἶδες μανίαν καὶ ἀγριότητα; Οὐχ ἁπλῶς ἔκοψεν, ἀλλ' εἰς τὸ πῦρ ῥίπτει· πολλὴ τῶν παρεστηκότων νωθεία. Ἠναντιώθησαν δέ τινες, φησί. Καὶ μετ' ὀλίγα· Ὅρα δαιμονικὴν μανίαν· οὐχὶ πρὸς τὸν προφήτην, ἀλλὰ καὶ πρὸς τὰ ῥήματα ταῦτα, καὶ πρὸς τὰ πράγματα [γράμματα] ἀπεχθῶς εἶχεν. *Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμιὴλ υἱῷ τοῦ βασιλέως συλλαβεῖν τὸν Βαροὺχ τὸν γραμματέα, (τουτέστι, τὸν ὀξυγράφον) καὶ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ κατεκρύβησαν ὑπὸ Κυρίου. Καὶ τὸν ἀνωτέρω λέγει, ὅτι τοῦ Θεοῦ προστάξαντος γράψαι ἅπαντας τοὺς λόγους, οὓς πρὸς τὸν λαὸν ἔφη ἀπὸ τῶν τοῦ Ἰωσίου καιρῶν μέχρι τετάρτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ἐν ᾧ ταῦτα ἔγραψεν, ὅτι μεταπεμψάμενος τὸν Βαροὺχ ἔφη· *Ἐγὼ φυλάσσομαι, καὶ οὐ δύναμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου, καὶ εἰσελεύσῃ σὺ, καὶ ἀναγνώσῃ ἐν τῇ κεφαλίδι ταύτῃ, ἐν ᾧ ἔγραψας ἐκ στόματός μου τοὺς λόγους Κυρίου εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν ἡμέρᾳ νηστείας. Εἰ τοίνυν ἐφυλάττετο, πῶς ἐκρύβη; Εὔδηλον τοίνυν, ὡς ἐπὶ τοῦ Ἑλισσαίου ἀορασίᾳ ἐπλήγησαν οἱ ἐλθόντες αὐτὸν κατασχεῖν τῶν Σύρων. Τοῦτο γέγονε καὶ νῦν τοῦ Θεοῦ ἀφανεῖς αὐτοὺς κατά τινα ἀόρατον δύναμιν πεποιηκότος, ὡς ἑστᾶναι μὲν αὐτοὺς πρὸ πάντων, μὴ φαίνεσθαι δέ. Πάλιν λάβε. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, μετὰ τοσαύτην ἀπείθειαν πάλιν αὐτοῖς συμβουλεύοντος. Ἡμεῖς δὲ πολλάκις ἀντίστασιν ὑποπτεύοντες, τὴν ἀρχὴν οὐδὲ παραινοῦμεν, ἢ πῶς ἅπαξ ἀποτυχόντες, ὕβριν τὸ χρῆμα νομίζομεν, καὶ πάλιν λέγειν οὐκ ἀνεχόμεθα, Θεοῦ τοσαύτην ὑπομείναντος ὕβριν περὶ τὴν καῦσιν τοῦ βιβλίου, καὶ τῶν προφητῶν τὴν ἐπιβουλήν. Πάντες ζητοῦσι τὸ μέλλον, ὑπακούειν δὲ τοῖς μὴ καθ' ἡδονὴν οὐκ ἀνέχονται. Εἷς δὲ ὁ λόγος ἀεὶ τοῦ προφήτου, καὶ ἀκολάκευτος πρὸς τοὺς τιμῶντας [ἀτιμῶντας]. Δείκνυσι δὲ, ὅτι μὴ ἀδικεῖ λέγων τἀληθῆ, μηδὲ ἄξιός ἐστι φυλακῆς, τὸ δὲ Ἐλενιὼθ, Ἀκύλας ἐξέδωκεν ἐργαστήρια. Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες. Οὗτοι ἀξιόπιστοι ἦσαν.