Ancient Greek · ~14 min
ΚΕΦΑΛ. ΛΖʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΛΖʹ.1
Not analysed yet
Καὶ ἤκουσαν οἱ Χαλδαῖοι. Τίνος ἕνεκεν ἀναχωροῦσιν οἱ Χαλδαῖοι; ἵνα πάντοθεν μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐπῆλθον αὐτοῖς καὶ ἐπολέμησαν, ἀλλ' αὐτοῦ συγχωρήσαντος. Ὅτι οὕτως εἶπε. Ὅταν γὰρ βούληταί τι διά τινων ὁ Θεὸς ἐργάζεσθαι, πρῶτον αὐτοὺς δείκνυσιν ἀσθενεῖς, ἵνα τὸ πᾶν αὐτοῦ νομισθῇ. Ὃ καὶ ἐνταῦθα γέγονεν. Ἐγένετο δὲ, ὡς ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ, ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ, ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ, καὶ τὰ ἑξῆς. Τινές φασιν, ὡς οὐκ ἀσθενείᾳ Βαβυλώνιοι ἀνεχώρησαν, Αἰγυπτίων πολεμούντων, ἀλλ' ὡς τοῦ βασιλέως μὴ παρόντος· οἶμαι δὲ περιττὸν εἶναι τὸν λόγον τοῦτον· οὐδὲ γὰρ ἐν τῇ ἐσχάτῃ ἁλώσει παρῆν. Ἐν γοῦν τῇ Δεβλαθᾶ ὁ Σεδεκίας ἀπηνέχθη μετὰ τὴν ἐσχάτην ἅλωσιν τῆς πόλεως. Ἡγοῦμαι τοίνυν, ὡς οὐκ ἀξιόμαχον εἶχον δύναμιν πρὸς τὸ τῶν πολεμίων πλῆθος, καὶ Θεὸς δὲ αὐτοῖς ὡς δικαίοις ἐπήμυνεν, ἀσθενέστερον δὲ τὸν λαὸν διὰ τὰς ἁμαρτίας εἰργάσατο. Ἔστι τοίνυν ἐκ τούτου εἰπεῖν, ὅτι τὰ μέλλοντα ἀποβαίνειν προεῖπε Θεὸς, οὐκ αὐτὸς ἐπάγων τὰς συμφορὰς, ἀλλ' ἀπειλῶν τὰ ἐσόμενα, καὶ μὴ τὸ βοηθεῖν ἀπειλήσας. Χρήσιμος δὲ οὗτος ὁ λόγος καθ' ὅλου. Ὅτι οὐκ ἐπειδὴ προλέγει Θεὸς γίνεται τὰ πράγματα, ἀλλ' ἐπειδὴ εἶναι μέλλει Θεὸς προειδὼς προμηνύει· οὕτω γοῦν καὶ τὰ περὶ Χριστοῦ ὑπὸ τῶν προφητῶν εἰρημένα ἔστιν ἐκλαβεῖν, καὶ τὴν Ἰούδα παρὰ τοῦ Χριστοῦ πρόῤῥησιν γενομένην. Καὶ ἐγένετο αὐτὸς ἐν τῇ πόλει Βενιαμὶν, καὶ ἐκεῖ ἄνθρωπος παρ' ᾧ κατέλυεν (ὄνομα αὐτῷ Ἀρουία), καὶ συνέλαβεν Ἱερεμίαν τὸν προφήτην λέγων· Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; Τὸ, Παρ' ᾧ κατέλυεν, ἀντὶ τοῦ, Παρ' ᾧ ὁδοιπορῶν μένειν εἰώθει. Καὶ παρέδωκαν αὐτὸν εἰς οἶκον φυλακῆς εἰς τὸ δεσμωτήριον, εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως, ὅτι τὴν οἰκίαν αὐτοῦ ἐποίησαν φυλακὴν, ὅτι ἦλθεν ὄχλος εἰς τὴν οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν Χερέθ. Τουτέστιν, τὴν οἰκίαν Ἰωνάθαν εἱρκτὴν ἐποίησαν, καὶ ὄχλος ἐγκέκλειστο ἐκεῖ· τὸ δὲ εἰς τὴν Χερὲθ, τουτέστιν, εἰς τὸν τῆς ἐποχῆς οἶκον. Οὕτω γὰρ ὁ Ἑβραῖος Φεθχλὼ, ὅπερ ἑρμηνεύει, οἶκον ἐποχῆς· ἀντὶ γὰρ τῆς φυλακῆς, ἐποχὴν ἔθος ἔχει λέγειν. Καὶ ἐπικράνθησαν. Καθάπερ τὰ θανατοῦντα θηρία, οὕτω λοιπὸν ὕβριζον καὶ εἰς τοὺς προφήτας. Εἰ γὰρ ἔφευγε, τί ἦν; οὐχ ὑμεῖς αὐτὸν ἐπιστομίζετε; οὐχ ὑμεῖς αὐτὸν κωλύετε τοῦ φθέγγεσθαι; Τί ἦν, εἰ ἔφυγε; Καὶ μὴν εἰ ἔφυγεν, ὑμῖν κοῦφον ἦν· ἀπηλλάττεσθε τῶν ἐλέγχων, ἐλεύθεροι τῆς κατηγορίας ἦτε. Ἀλλ' ὅρα πανταχοῦ τὴν κατηγορίαν καὶ κακίαν διεστραμμένην· τίνος ἕνεκεν καὶ ἐμάστιξαν αὐτόν; ἀμύνεσθαι ὑπὲρ τῆς παῤῥησίας. Καὶ ἀπέστειλέ σε Σεδεκίας. Τίνος ἕνεκεν ἐκάλεσεν αὐτόν; ἐνόμισεν αὐτοῦ τὴν παῤῥησίαν ὑπὸ τῆς θλίψεως ταπεινοτέραν γενέσθαι, καὶ ἑτέρων ἀκούσεσθαι ῥημάτων. Εἶτα ἵνα ἀνύποπτος γένηται, οὐκ ἐρωτᾷ αὐτὸν ἁπλῶς, ἀλλά φησιν· Εἰ ἔστι λόγος Κυρίου; Διδοὺς αὐτῷ καὶ εὐπρόσωπον ἀναχώρησιν. Ἀλλὰ πολλῷ φοβερωτέρα ἦν τοῦ δεσμωτηρίου ἡ σιγή. Καὶ εἶπεν· Ἔστιν. Ὁρᾷς τὰ ἀποστολικὰ κατορθώματα προανατυπούμενα; οὕτω καὶ ἐπ' ἐκείνων ἐγένετο· πανταχοῦ ἦσαν οἱ αὐτοί· οὐδὲν αὐτῶν τὴν παῤῥησίαν ἀνέκοπτεν. Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν; Ταῦτα ἐκεῖνος παθεῖν ἐχρῆν, οὐκ ἐμὲ τὸν ἀληθεύοντα. Μὴ γὰρ ἐγὼ ἐπήγαγον; εἰ γὰρ μὴ ἐξέβη τὰ πράγματα, καλῶς ἔλεγον, ὅτι περισσῶς ἐλύπησεν ἡμᾶς· νῦν δὲ ἐκβάντων, πως οὐχὶ καὶ στεφανοῦσθαί με δίκαιον; Καὶ οὐ λέγω ὅτι εὐηργέτησα, ἀλλὰ τί ἠδίκησα; καὶ ἀξιοῖ ἀπολυθῆναι τοῦ δεσμωτηρίου. Τίς γὰρ οὐκ ἂν ἐθέλοι πάσχων κακῶς ἀπαλλαγῆναι; Ἵνα εἰδῇς, ὅτι τῆς αὐτῆς ὑπῆρχε φύσεως. Καὶ συνέταξεν. Οὐκ εἰς τὴν προτέραν, καὶ κελεύει ἄρτους δίδοσθαι αὐτῷ. Τί γὰρ ἔδει λοιπὸν ὀργίζεσθαι, τῶν πραγμάτων ἐκβάντων; Ὁ δὲ οὐδέπω καθυφῆκε τὴν παῤῥησίαν.