Ancient Greek · ~14 min
ΚΕΦΑΛ. ΜΗʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΗʹ.1
Not analysed yet
*Ἀνεπαύσατο Μωὰβ ἐκ παιδίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ. Ὅτι διὰ παντὸς ἀπήλαυσεν εὐθηνίας, καὶ ἡσυχίας, καὶ διὰ τοῦτο ταῦτα ἔπαθε, τῇ εὐπαθείᾳ πρὸς οὐδὲν δέον χρησάμενος. *Τὸ ἀπροσδόκητον κακὸν ἠβουλήθη παραστῆσαι. Βούλεται γὰρ εἰπεῖν, ὅτι ἐξ ἀρχῆς μέχρι τοῦ νῦν πέπονθεν οὐδὲν, οὐχ ὅτι καὶ ἤδη παρὰ τοῦ Σεναχειρεὶμ οὐχ ἑάλω· ἢ γὰρ οὐχ ἡττήθη ἐν πολέμοις. Τὰ γὰρ τῆς προφητείας τοῦ Ἡσαΐου κατὰ τῆς Μωαβίτιδος, ἐξῆλθεν ἐπὶ τοῦ Σεναχειρείμ· ἀλλὰ βούλεται κατὰ σύγκρισιν τῶν παρόντων μηδὲν αὐτὴν πεπονθέναι· οὐδὲ γὰρ ἐνεδέχετο παντάπασιν ἀλύπως αὐτὴν διαγαγεῖν. Ἢ βούλεται σημᾶναι τὸ χρόνιον τῆς ἀνέσεως· οὐδὲ γὰρ ὀλίγος ἀριθμὸς ἐτῶν ἐστιν ἀπὸ τοῦ Ἐζεκίου, ἐφ' οὗπερ καὶ πέρας τὰ κατὰ τὸν Σεναχειρεὶμ ἔλαβε, μέχρι τῆς ἁλώσεως τῆς ἐσχάτης Ἱεροσολύμων, καὶ τῆς κατὰ τῶν λοιπῶν ἐθνῶν ἀνόδου τοῦ Ναβουχοδονόσορ. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μηνύει τὰ ἐπαγόμενα. Καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾠχήσατο· διὰ τοῦτο ἔσται γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. Παραδείγματι ἐχρήσατο, ἵνα αὐτοῦ τῆς ἀνέσεως τὸν χρόνον σημάνῃ· ὡς γὰρ οἶνος, φησὶ, βληθεὶς εἰς ἀγγεῖον ἐπὶ πλεῖστον χρόνον φυλαττόμενος, καὶ μὴ μεταβαλλόμενος, τὴν μὲν τρύγα καθίστησιν εἰς τὸν τοῦ ἀγγείου πυθμένα, εὐώδης δὲ γίνεται καὶ ἡδὺς πρὸς πότον· οὕτω, φησὶ, γέγονε καὶ ὁ Μωάβ· ἀνείθη ἐπὶ πολλῷ τῷ χρόνῳ καὶ ἔχει τὴν οἰκείαν σύστασιν, καὶ περίφημος ἐπὶ τῇ εὐκοσμίᾳ γεγένηται, ἀλλ' οὔτιγε εἰς τέλος διαμενεῖ, δίκην δὲ δώσει τοῦ Θεοῦ ἀποφηναμένου. Καὶ ἐξαποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτόν. Ὁ Ἑβραῖος, Ἰῶντας, ἔχει· τῇ γὰρ μεταφορᾷ ἐπέμεινε· δήλη δὲ ἡ ἔννοια, καὶ ἀπὸ τῆς τοῦ Ἑλληνικοῦ ἑρμηνείας *Κατάβηθι ἀπὸ δόξης. Τουτέστιν, ἀπὸ τοῦ ὕψους εἰς ἔδαφος. Καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη. Οὕτως οὐδαμόθεν ἔσται παραμυθία. Ὅταν γὰρ ὁ Θεὸς ἐπάγῃ κακὰ, οὐ σώματος ἰσχὺς, οὐ σοφία ψυχῆς, οὐκ ἄλλο οὐδὲν ὠφελεῖ. Ἀνάγγειλον ἐν Ἀμὼν, ὅτι ὤλετο Μωὰβ, καὶ κρίσις ἔρχεται ἐπὶ τὴν γῆν τοῦ Μησὼρ, ἐπὶ Χηλὼν, καὶ ἐπὶ Ἀσὰ, καὶ τὰ ἑξῆς. Μισὼρ, τουτέστι, τῆς πεδιάδος. Χηλὼν δὲ καὶ τὰς λοιπὰς πόλεις λέγει, ὡς ἐν τῇ πεδιάδι κειμένας. Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη, φησὶ Κύριος. Τουτέστι, τὰ ἐν ταῖς χερσὶν αὐτοῦ ὅπλα. *Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ, οὕτως καὶ οἱ βραχίονες αὐτοῦ. Τουτέστιν, οὐκ ἀξίως τῆς φήμης ἔπραξαν. Ἰσχυρὰ μὲν γὰρ νενόμισται· ὤφθη δὲ ἀσθενὴς ἐν πολέμοις ἐπὶ Μωάβ. Πάντοθεν βοήσατε ἐπὶ ἄνδρας τοίχου κειράδας αὐχμοῦ. Τὸ δὲ, Ἐπὶ ἄνδρας τοίχου, τουτέστι, τοὺς ἰσχυρούς· τὸ δὲ, κειράδας αὐχμοῦ, τουτέστι, κιθάρα μέλους. Ἵνα εἴπῃ, Καθέλετε αὐτὴν ἀξίαν θρήνων πεποιηκότες. Ἐπάγει γοῦν· Καὶ μέλος ἐρεῖ. Ἡρμήνευσε γὰρ τὸ, κειράδας αὐχμοῦ, τουτέστιν, ὥσπερ ἐν κιθάρᾳ, οὕτως πενθοῦσα ἐμμελῶς, ἀνακλαύσεται. Εἶτα προϊὼν πάλιν φησί· *Διὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βομβήσει καρδία μου ἐπ' ἀνθρώπους τοίχου κειράδας αὐχμοῦ, ὥσπερ αὐλοὶ βομβήσει. Τουτέστι, περὶ τοὺς ἰσχυροὺς ἄνδρας, ὥσπερ μέλος κιθάρας ἢ αὐλῶν ἦχος γενήσεται τὸ πένθος. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ ἠχήσει πάλιν ἐπὶ τοῦ τοίχου τοῦ ἔχοντος ἀντιβάσεις ἰσχυρούς. Τοῖχον δὲ καλεῖ τὸν βασιλέα· ἀντιβάσεις δὲ τὸν λαόν. Ἐν ἑκατέρῳ δὲ σώζεται ἡ αὐτὴ ἔννοια. Ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σιὼν, καὶ κατέφαγε ἀρχηγοὺς Μωάβ. Τούτοις τοῖς ῥητοῖς ἐχρήσατο Μωϋσῆς ἀθρόαν τότε τὴν ἀπώλειαν τῆς Μωὰβ μηνύσας ἀπὸ τῶν τῆς Ἐσεβὼν οἰκούντων. Ἵνα τοίνυν εἴπῃ, ὅτι τὴν ὁμοίαν τιμωρίαν πείσεται καὶ νῦν, ἣν πάλαι ὑπέστη. Καὶ ἐξηρεύνησεν υἱοὺς Σαών. Ὁ Ἑβραῖος, καὶ ἐξήλειψε τοὺς κυρίους τῶν βωμῶν· ἀντὶ γὰρ τῶν βωμῶν, τὸ Σαὼν ἔφη· δέον γὰρ θεῖναι Βαμὼθ, βωμὸν σημαίνει. Οὕτω δὲ κεῖται καὶ παρὰ τῷ Ἑβραίῳ.