Ancient Greek · ~3 min
ΚΕΦΑΛ. ΜΖʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΜΖʹ
Not analysed yet
Καὶ ἀφανιῶ τὴν Τύρον. Οὐδὲ γενομένων τῶν πραγμάτων διασώζεις; Ταῦτα ἀπήγγειλεν, ἵνα πιστώσηται καὶ τὴν ἐρήμωσιν καὶ τὴν τῶν εἰδώλων ἀπώλειαν. *Ὅτι ἐξολοθρεύσει Κύριος τοὺς Ἀλλοφύλους, τοὺς καταλοίπους τῶν νήσων καὶ Καππαδοκίας. Ἤτοι [ἴσ. οὕτως] τῆς παραλίου νήσους καλεῖ, καὶ ὅτι ἀπὸ τῶν νήσων αὐτόθι κατῴκησαν πολεμούμενοι, ἑλόντες τοὺς ἤδη πρότερον κατοικοῦντας αὐτόθι· ἐμμείναντες δὲ τῷ τόπῳ. Καὶ Καππαδοκίας δὲ λέγει, ὡς νενικηκότων τούτων, καὶ ἑλομένων αὐτόθι κατοικεῖν. Οὕτω γὰρ καὶ δι' ἑτέρου προφήτου λέγει· Τοὺς Ἀλλοφύλους ἀπὸ Καππαδοκίας ἤγαγον. Ἥκει φαλάκρωμα ἐπὶ Γάζαν· ἀπεῤῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν ἐν Ἀκήμ. Ἵνα εἴπῃ, πάντες οἱ ἰσχυροί. Πῶς ἡσυχάσει; Πόρθησιν μὲν τῆς Ἰδουμαίας προλέγει ὁ προφήτης· τὴν δὲ αὐτήν φησι καὶ Θαιμὰν, ἥτις ἐστὶ χώρα τοῦ Ἡσαῦ.