Ancient Greek · ~11 min
ΚΕΦΑΛ. ΝΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΝΑʹ
Not analysed yet
Ποτήριον χρυσοῦν Βαβυλών. Εἰ ποτήριον χρυσοῦν ἐν χειρὶ Κυρίου, τίνος ἕνεκεν κολάζεται; Ὅτι μειζόνως ἐκόλασε, καὶ ἐτιμωρήσατο, ἄρα καὶ ἴσχυσε δι' ἐμοῦ. Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον. Τουτέστιν, ὡς κόνιν, ἵνα εἴπῃ· Ἰσχυρόν σε ὄντα εἰς οὐδὲν ἐργάσομαι. Ἔλαβε δὲ αὐτὸ ἐκ μεταφορᾶς τῶν καιομένων λίθων εἰς ἄσβεστον. Παραγγείλατε ἐπ' αὐτῇ βασιλείαις Ἀραρὰθ, παρ' ἐμοῦ. Καρδαουΐνους εἶναί φασι, καὶ τοῖς Ἀχαναζαίοις, τοὺς ἀπὸ Πόντου λέγει. Διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται. Τουτέστι, φεύγων ἀπαντήσει πολεμίῳ, κἀκεῖνος διώξεται, ὥστε αὐτὸν ἁλῶναι. *Καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν, καὶ εἰς κατοικίαν δρακόντων, καὶ εἰς θήνας. Κατὰ μὲν τὸν Ἑλληνικὸν μηνύει ὅτι εἰς ἐρημίαν ἔσται ἀκανθώδη· θῆνας γὰρ λέγει τὰς θάμνους. Ὁ δὲ Ἑβραῖος εἰς κοιλότητας ἑρμηνεύει. Θωὸν γάρ ἐστιν ἡ κοιλότης, ὅπερ θῆνας ἡρμήνευσεν εἰς τὸν Ἑλληνικόν. Ἐπὶ τὸ αὐτὸ, ὡς λέοντες ἐρεύξονται οἱ νεανίσκοι αὐτῶν. Τινὲς μὲν ἐπὶ τῶν πληττομένων αὐτὸ ἔλαβον τῶν Βαβυλωνίων, ὡσανεὶ ἀναβοώντων ἀπὸ τῆς πληγῆς ἐξάκουστον, καθάπερ λέων βρύχων. Ἄμεινον δὲ ἐπὶ τῶν Μήδων αὐτὸ λαβεῖν, ὡς φοβερῶν αὐτῶν ὄντων, τῷ τοῦ λέοντος παραδείγματι εἴωθε χρῆσθαι ἡ θεία Γραφή. *Πῶς ἑάλω Σισόχ; Ὄνομα βασιλέως εἶναί φασι τὸ Σισὸχ, μηνύειν δὲ τοὺς Αἰθίοπας· ἑρμηνεύεσθαι δὲ ἀπὸ τοῦ Χοῦς, ἀφ' οὗ Αἰθίοπες γεγόνασιν· ὡς οὖν τούτων συμμαχούντων τῷ Βαβυλωνίῳ ἐν τῷ πρὸς τοὺς Μήδους πολέμῳ, καὶ ἡττωμένων φασὶ τὸν προφήτην αὐτῶν μνημονεῦσαι. Καὶ ἐκδικήσω ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ οὐ μὴ συναχθήσεται ἔτι πρὸς αὐτὸν τὰ ἔθνη. Κατὰ μὲν τὰ πρὸς τὴν ἀκολουθίαν, ἐπὶ τῶν Βαβυλωνίων τοῦτ' ἔστιν ἐκλαβεῖν, ὅτι μετὰ τῶν εἰδώλων, καὶ πᾶσαν τὴν δυναστείαν αὐτῶν καθελῶ. Κατὰ δὲ τὸ ῥητὸν ὡς ἐπὶ τῶν εἰδώλων. Τινὲς δὲ οὕτως ἐνόησαν τὸ, Ἐξοίσω ἃ κατέπιε, τουτέστιν, Ἐξαρῶ τὸ μαντεῖον τοῦ Βὴλ, ὥστε αὐτὸν τοῖς πᾶσιν εἶναι εὐκαταφρόνητον. Παραβολὴ ἐπὶ παραβολήν. Τουτέστι, διήγημα ἐπὶ διήγημα, ἵνα εἴπῃ, Ἀλλεπάλληλα ἔσται τὰ κακὰ τῇ Βαβυλῶνι *Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἱερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαρέᾳ υἱῷ Νηρίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας, καὶ Σαρέας ἄρχων δώρων. Τουτέστιν, ὁ πρῶτος τῶν ἀποκομιζόντων τὰ δῶρα ἦν ὁ Σαρέας· λέγει δὲ τὰ δῶρα τὰ παρὰ Σεδεκίου ἀποστελλόμενα τῷ Ναβουχοδονόσορ, ἔνθα προστάττει αὐτῷ λαβεῖν τὸ βιβλίον, καὶ δῆσαι λίθον ἐπ' αὐτὸ, καὶ ῥίψαι εἰς τὸ μέσον τοῦ Εὐφράτου, μήνυμα τῆς ἀπωλείας τῆς Βαβυλῶνος. Ἵνα γὰρ μὴ νομισθῇ κατὰ χάριν ὑπὲρ τοῦ βαρβάρου λέγειν ἅπαντα, ἔτι ἀνθοῦντος τοῦ Ναβουχοδονόσορ τὴν κατὰ τῆς Βαβυλῶνος προφητείαν ἐποιήσατο, διὰ πάντων πιστούμενος τὸν Ἰσραὴλ, ὡς οὐ κολακείᾳ τῶν πολεμίων προφητεύων λέγει τὰ κατὰ τῆς πόλεως, ἀλλ' ἐπὶ σωφρονισμῷ τῶν ὄντων. Τοῦτο τέλος τοῦ βιβλίου τοῦ προφήτου ἐπεσημήνατο, ὁ συνθεὶς τὰ τοῦ προφήτου ῥήματα, τὰ δὲ μετὰ ταῦτά φασι ἐκ τῶν Βασιλειῶν μετενηνέχθαι, οὐδεμίαν ἀκολουθίαν ἔχοντα πρὸς τὴν τοῦ Ἱερεμίου προφητείαν.