Ancient Greek · ~5 min
ΚΕΦΑΛ. ΝΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΝΒʹ
Not analysed yet
Καὶ ἐπορεύθησαν τὴν ὁδὸν τὴν εἰς Ἄραβα. Τουτέστιν, ἐπὶ τὴν πεδιάδα ἔφυγον. Τοῦτο γὰρ μηνύει τὸ Ἄραβα. Καὶ ἐλάλησεν αὐτῷ. Ὅρα βάρβαρον ἄνθρωπον, τὸ συνειδὸς ἔχοντα καθαρὸν, ἐπειδὴ μετὰ παῤῥησίας παρεγένετο τῆς τῶν ὅρκων. Οἱ δὲ τῆς δίκης κρατοῦντες οὐ παραιτοῦνται, καὶ τοῖς ὑποδεεστέροις διδόναι λόγον· οὕτως πανταχοῦ πολλὴ τοῖς ἀνθρώποις ἡ σπουδὴ τοῦ καλοῦ. Ἠβουλήθη δεῖξαι, ὡς οὐκ ἀδικεῖ. Καὶ ἀπάγει λοιπὸν αὐτὸν, παράδειγμα τοῖς μετὰ ταῦτα ἐσομένοις. Καὶ τὴν στεφάνην, καὶ τοὺς λέβητας. Στεφάνην λέγει τὸ καγκελωτὸν σχῆμα, τὸ περὶ τοὺς κίονας. Καὶ τὰ θυμιατήρια, καὶ τὸ σπονδεῖα. Σπονδεῖα λέγει φιάλας χρυσᾶς, δι' ὧν τὸν οἶνον ἔσπενδον, καὶ τὸ θυμίαμα ἐπέβαλλον τῷ πυρὶ, καὶ τὰς Ἀφὼθ, κρατῆρας λέγει, οἵ εἰσιν οἱ ποτηροπλύται, καὶ τὰς Μασμαρὼθ, τοὺς ῥαντιστῆρας λέγει τοῦ αἵματος, καὶ τοὺς κυάθους, τὰ μικρὰ ξέστια λέγει, ἐν οἷς ἐλάμβανον τῶν μεγάλων ἀγγείων τὸν οἶνον. Καὶ τῶν στύλων τῶν δύο, καὶ τῆς θαλάσσης, ὧν ἐποίησεν ὁ βασιλεὺς Σολομὼν εἰς οἶκον Κυρίου. Εὔδηλον ὡς προτιθέναι ταῦτα· φαίνεται γὰρ ἤδη ὑπὸ τῶν ἀπογόνων τοῦ Σολομῶνος ἐπαρθέντα, ὥστε καὶ ἐπὶ λιθίνης βάσεως ἑστάναι τὸν λουτῆρα, ὃν δὴ θάλασσαν προσηγόρευσεν ἡ Γραφή.