Ancient Greek · ~43 min
ΚΕΦ. ΙΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦ. ΙΔʹ.1
Not analysed yet
Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Εἶπε μυρία, ἠπείλησεν, οὐκ ἐπίστευσαν διὰ εἰκόνων, ὡς τοῦ περιζώματος, ὡς τῆς ῥάβδου τῆς καρυΐνης, καὶ τῶν λοιπῶν. Ἄρχεται λοιπὸν τῶν τιμωριῶν. Ἐπένθησεν ἡ Ἰουδαία. Οὐκ εἶπεν, ἡ ἀγορὰ, ἀλλ' αἱ πύλαι, οὐδενὸς ὄντος τοῦ ἐξιόντος, ὃ μέγιστον ἐρημίας τεκμήριον. Καὶ ἡ κραυγὴ τῆς Ἱερουσαλὴμ ἀνέβη. Τὸν Θεὸν ἐπεκαλοῦντο· ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ' ὕδωρ. Ὅρα τὴν τιμωρίαν πάντων ἁπτομένην· οὐ γὰρ δὴ λιμὸς ἐγένετο μόνον, ἀλλὰ καὶ αὐχμός. Ἐπειδὴ γὰρ εἰκὸς ἦν σιτίων ἀποκειμένων τὴν προσδοκίαν, ἀλλὰ μὴ τὴν πεῖραν εἶναι τοῦ λιμοῦ, τῇ τοῦ ὕδατος σπάνει προκατέλαβεν αὐτῶν τὴν διάνοιαν. Ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ. Ἐπειδὴ γὰρ τοῦ ὕδατος ῥέοντος τοῦ πνευματικοῦ ταῖς διδασκαλίαις οὐ προσεῖχον, ἀπὸ τούτων αὐτοὺς σωφρονίζει, ὥστε μὴ εἰς πεῖραν ἐλθεῖν τῶν δεινῶν. Εἶτα λέγει καὶ τὴν τῶν ἀλόγων ἀνάγκην. Ἠσχύνθησαν οἱ γεωργοί. Εἰκότως. Τίνος ἕνεκεν ᾐσχύνθησαν, εἰπέ μοι; Μὴ γὰρ παρὰ τὴν αὐτῶν αἰτίαν; μὴ γὰρ τῆς αὐτῶν ῥᾳθυμίας [ἴσ. μὴ γὰρ παρὰ τὴν αὐτῶν ῥᾳθυμίαν]; τῆς ἄνωθεν ῥοπῆς γέγονε τὸ πρᾶγμα. Τίνος οὖν ἕνεκεν ᾐσχύνθησαν; ὅτι αὐτοὶ αἴτιοι διὰ τὰ ἁμαρτήματα αὐτῶν· τοῖς γὰρ ἁμαρτάνουσιν, οὐδεμιᾶς ἐλάττων τιμωρίας πρόσεστιν ἡ αἰσχύνη. Καὶ τὸ ἐν αὐτῷ [ἴσ. δι' αὐτὸ] κολάζεσθαι. Καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον. Τίνος ἕνεκεν τὰ ἄλογα κολάζεται; διὰ τοὺς ἀνθρώπους, εἰς διόρθωσιν τούτων, ἐπειδὴ καὶ δι' αὐτοὺς γέγονεν. Ὄναγροι ἔστησαν ἐπὶ νάπας. Ἰστέον, ὅτι τὰ ἐρημότερα οὗτοι νέμονται. Τί ἐστιν, εἵλκυσαν ἄνεμον; τὸν ἀπὸ τοῦ δίψους παραμυθούμενοι καύσωνα. Εἶδες ὀργὴν Δεσπότου; εἶδες φιλανθρωπίαν ὁμοῦ μετὰ ὀργῆς; φείδεται τῶν παίδων, καὶ εἰς τοὺς δούλους τὴν ὀργὴν ἀφίησιν, ἵνα κἂν οὕτω σωφρονισθῶσιν. Ἅτε γὰρ ἀπρονόητα ὄντα ταῦτα τὰ ζῶα, αἰσθάνεται πρῶτα τοῦ λιμοῦ. Καὶ οὐ λέγει τὰ ἥμερα ζῶα βοῦς καὶ πρόβατα, ἀλλὰ τὰ ἄγρια δεικνὺς τὴν ἐπίτασιν· διότι δι' αὐτοὺς καὶ ταῦτα γεγένηται, εἰ καὶ μὴ εἰς χρῆσιν, ἀλλ' εἰς θεογνωσίαν. *Ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον, ὡς δράκων. Ἄγριον, τὸ ζῷον ὁ ὄναγρος, καὶ ἐπιβαίνων πεδιάσιν, καὶ διαφθείρων καρπούς. Λέγει τοίνυν, ὅτι ἐκ τῆς ἀβροχίας εἰς ἀσθένειαν ἦλθε καὶ τοῦτο τὸ ζῶον. Τὸ δὲ, Εἵλκυσαν ἄνεμον ὡς δράκων, ὁ Ἑβραῖός τινα τοιαύτην τὴν ἔννοιαν ἔχει· Εἵλκυσαν ἄνεμον ὡς ζῶον ὑπ' ἀνέμου συλλαμβάνον. Φασὶ δὲ τοιαύτην εἶναι τὴν σφίγγα. Ὥσπερ γὰρ ἐκείνη ἥδεται τῇ τοῦ ἀνέμου προσβολῇ ὡς ἐν συνουσίᾳ γιγνομένη, οὕτω, φησὶ, καὶ οἱ ὄναγροι πρὸς τὸν ἄνεμον εἱστήκεισαν ὑπὸ τῆς ἐνδείας παραμυθίαν ἔχοντες τοῦ ἀνέμου τὴν φοράν. Μᾶλλον δ' ἄν τις οὕτω νοήσοιτο, Εἵλκυσαν ἄνεμον ὡς δράκων, τουτέστιν, ἀπὸ τῆς ἐνδείας ὠγκῶντο· ἐπιλειπούσης γὰρ τῆς τροφῆς, ἀναβοᾷν ἔθος τοῖς ἀλόγοις, οἷον ὄνοις, ἵπποις, καὶ τοῖς τοιούτοις. Τοῦτο δὲ ποιεῖν καὶ ὁ ὄναγρος εἴωθε. Τὸ οὖν, Εἵλκυσαν ὡς δράκων, τουτέστιν, ὡς οὗτος συρίζων ἐπὶ πολὺ τὴν φωνὴν ἐκπέμπει, οὕτω καὶ οἱ ὄναγροι βοήσουσιν ὑπὸ τῆς ἐνδείας ἐξάκουστον. Λέγουσι δὲ Σύροι τὸ, ὡς δράκων, μὴ ἔχειν. Τινὲς δέ φασιν, ὅτι ὁ δράκων πέφυκε τῷ ἀνέμῳ τρέφεσθαι· παρέβαλεν οὖν τούτῳ τῷ ζώῳ τοὺς ὀνάγρους, ἵνα δείξῃ τὴν ἐκ τῆς ἀβροχίας συμφοράν. Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν. Ὅρα τὴν ἱκετηρίαν ἀπὸ τοῦ προφήτου γεγενημένην, καὶ ἐξ αὐτῶν δὲ ἐκείνων ὡς ἀπὸ τῆς συμφορᾶς σωφρονισθέντων. Μέγα γὰρ ὄντως τειχίον ἡ ἁμαρτία καὶ καθάπερ στρατιῶται τινὲς πένητας, καὶ ἀσθενεῖς ἀνθρώπους ἀπείργουσι τῶν ἀρχόντων, βουλομένους ἐντυχεῖν ῥάβδοις ἀποδιώκοντες· οὕτω καὶ αὗται ποιοῦσιν. Ὅταν γὰρ οἴκοθεν οὐδὲν ἔχωμεν, αὕτη καταλείπεται συγγνώμη, [ἴσ. εἰς συγγ.] ἡ φιλανθρωπία τοῦ Θεοῦ. Ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου. Οὐκ ἐναντίον ἀνθρώπων. Ὅταν γὰρ ὁ Θεὸς ἐξετάζῃ, πολλαὶ φαίνονται αἱ ἁμαρτίαι. Οὐκ ἐπειδὴ πικρότερον ἐξετάζει τῶν ἀνθρώπων· μὴ γένοιτο. Πῶς οὖν φαίνονται πλείους; ὅτι ἄνθρωποι μὲν ἀγνοοῦσιν, αὐτὸς δὲ ἐπίσταται. Οὐκοῦν δυνάμεθα ἕκαστος οὕτω σώζεσθαι, εἰ μέλλοιμεν ἐπὶ τὸ ὄνομα αὐτοῦ καταφεύγειν ἅπαντες. Ὅτι σοι ἡμάρτομεν. Τί ἐστι σοί· τῷ μὴ παροξυνομένῳ κατὰ τοὺς ἀνθρώπους. Σοὶ τῷ Δεσπότῃ, τῷ δυναμένῳ φείσασθαι, τῷ ὑπερορῶντι τὰ ἁμαρτήματα. Ὑπομονή. Τουτ' ἔστι· Σὺ ποιεῖς ἡμᾶς ὑπομεῖναι ὁ μόνος Θεὸς, οἱ δὲ ἀνθρωποὶ τιμωροῦνται καὶ τὴν δύναμιν [ἴσ. κατὰ τὴν δύναμιν] αὐτοῦ, καὶ τὴν φιλανθρωπίαν. Ἐνταῦθα δὲ λέγει· Τὰς πληγὰς ταύτας οὐδεὶς δύναται λῦσαι. Ἐπεὶ οὖν καὶ δύνασαι σὺ μόνος, ἄνες. Νόμος οὗτός σοι τοῦτο καὶ ἀνθρώποις πολλάκις λέγομεν, Σαυτὸν μίμησαι διὰ σαυτόν. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν; Οὕτως, φησὶν, ἡμᾶς εἴασεν, ὥσπερ ὁ καταλύων οὐδενὸς φροντίζει. Οὐκ ἄρα ὑπνοῖ ὁ Θεός. Ὁρᾷς πῶς λανθανόντως σοι ἐκφαίνει τὸ ἀπαθές; Πάρεστί σοι τὸ δύνασθαι· ἀλλὰ δύνασαι μὲν, αἱ δὲ ἁμαρτίαι ἡμῶν ἀνθίστανται· ἀλλὰ κἂν διὰ σέ. Καὶ σὺ ἐν ἡμῖν, Κύριε. Καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς. Οὐκέτι ἐπὶ τοὺς Πατέρας καταφεύγει, ἀλλ' ἐπὶ τὸ ὄνομα τοῦ Θεοῦ· τοῦτο καὶ οἱ περὶ Μωυσῆν ποιοῦσιν ἵνα μὴ ὑβρισθῇ. Οὕτως λέγει Κύριος· Ἠγάπησαν κινεῖν πόδας αὐτῶν. Τουτέστιν, οὐδὲν βέβαιον παρ' αὐτοῖς, ἀεὶ μεταπηδῶσι. Τοῦτο καὶ Ἡλίας φησίν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Οὕτως ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν, ἔστερξαν τρέχειν ἐπὶ τὰ εἴδωλα, καὶ οὐ μετέγνωσαν. Καὶ οὐκ ἐφείσαντο. Τουτέστιν ἀπλήστως τῷ πράγματι κέχρηνται, τουτέστιν ἀφειδῶς. Ὅρα πῶς ἀεὶ αὐτοῖς τὴν ἐπίτασιν, καὶ τὴν ὑπερβολὴν τῆς κακίας ἐγκαλεῖ. Ὅτι ἐὰν νηστεύσωσιν οὐκ εἰσακούσομαι. Καὶ μὴν οὐ μικρὰ πολιτεία τὸ νηστεῦσαι. Ἀλλ' αἱ τούτων νηστεῖαι, ἄκουσον, οἷαι ἦσαν. Τί φησιν Ἡσαίας· Εἰς κρίσεις καὶ μάχας νηστεύετε· ἵνα τί μοι νηστεύετε; Νηστεία γὰρ οὐκ ἀποχὴ βρωμάτων μόνον ἁπλῶς, ἀλλὰ φιλοσοφία ψυχῆς. Ὥσπερ γὰρ παρθενία οὐχ ἁπλῶς ἀποχὴ γάμου, ἀλλὰ τὸ μάλιστα αὐτῆς χαρακτηρίζον τὴν ἀρετὴν, τὸ εὔσχημον, καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως, οὕτω καὶ νηστεία. Ἐνήστευσαν καὶ Νινευῖται, ἀλλ' οὐ τοῦτο μᾶλλον τὸν Θεὸν ἐπέκαμψαν. Ἀλλὰ τίνι; τῇ μεταβολῇ τῆς κακίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, κρεῶν μὲν ἀπέχεσθαι τῶν ἀλόγων, σαρκῶν δὲ ἀνθρωπίνων ἀπογεύεσθαι; Οἴνου δὲ μὴ ἀπογεύεσθαι, μεθύειν δὲ πλεονεξίᾳ χρημάτων; Αὕτη χαλεπωτέρα ἐκείνης ἡ μέθη· οὐκ εἶδεν εἶξαι ὕπνῳ, ἀλλὰ καὶ τῆς ἡμέρας φανείσης πάλιν αὔξεται. Οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν. Ἰσχυρότερον γὰρ τῆς εὐχῆς αἱ αὐτῶν ἁμαρτίαι. Ὅτι ἐν μαχαίρᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐγὼ συντελέσω αὐτούς. Ἄλλο λιμὸς, ἄλλο μάχαιρα, ἄλλο θάνατος· ἐν ᾗ γὰρ [ἴσ. ἐνὸν γὰρ] μήτε λιμῷ, μήτε σφαγῇ, ἀλλ' ἁπλῶς ἀναιρεθῆναι θανάτῳ θεηλάτῳ τινί. Καὶ εἶπα· Ὁ ὢν, Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν προφητεύουσι, καὶ λέγουσιν· Οὐκ ὄψεσθε. Τί οὖν, φησὶν, οἱ προφῆται ταῦτα προλέγουσιν· Οὐκ ἔσται λιμὸς, οὐδὲ μάχαιρα; Μεγάλην βίαν ὑπέμεινεν ὁ προφήτης, οὐχὶ τῷ σκυθρωπὰ λέγειν ἀναγκάζεσθαι, ἀλλὰ καὶ τῷ τοὺς ἐναντιουμένους ἔχειν, καὶ τοὺς ἀπατῶντας, καὶ τἀναντία προλέγοντας. Διὰ τοῦτο ἐντυγχάνει τῷ Θεῷ· Ὁ ὢν, Δέσποτα Κύριε, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων. Καὶ εἶπε Κύριος πρός με· Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματι μου. Διατί τοὺς ψευδοπροφήτας οὐκ ἐξεῖλεν ὁ Θεός; ἵνα μὴ ἀπιστῆτε αὐτοῦ τοῖς ῥήμασιν. Ὅμοιον δὲ τοῦτο τῷ λέγειν, Διατί τοὺς ἀπατῶντας καθόλου μὴ ἐξεῖλεν διαστρέφοντας; μᾶλλον δὲ καὶ τοὺς δαίμονας τοὺς εἰς πᾶσαν κακίαν ἐνάγοντας; Ἀλλ' ὑποφαίνει τούτων τὴν λύσιν ὁ θεῖος Ἀπόστολος, λέγων· Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Αὔξει γὰρ ἀεὶ τὰς ἀρετὰς τὰ γυμνάσια, καὶ οὐδεὶς στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὁ δὲ ἀθλῶν ἀεὶ πρὸς ἀντιπάλους ἀγωνίζεται, καὶ δεῖ τούτους εἶναι νόμῳ πάλης πνευματικῆς. Καὶ μείζων οὕτως ἡ πρὸς Θεὸν ἀγάπη, τῶν πολλῶν αὐτὴν μὴ νικώντων ἀγώνων· καὶ τὸ ὑπερβάλλον τῆς τοῦ σώματος τῆς εἰς αὐτὸν δυνάμεως [ἴσ. τῆς ἀσωμάτου καὶ θείας δυνάμεως] δείκνυται. Καθάπερ ἐν Αἰγύπτῳ μέγας ὁ Θεὸς ἐδείχθη, τοὺς ἀντικαταστάντας τῷ θεράποντι καταργήσας φαρμακούς. Οὐδὲν γὰρ καθ' αὑτὰ τοσοῦτον, ὅσον ἐξ ἀντιθέσεως δείκνυται· τὰ πράγματα δὲ τοὺς ψευδοπροφήτας διήλεγχεν ἐναντία τῇ προαιρέσει τυγχάνοντα [ἄλλ. συμβαίνοντα]· καὶ ἐκ τῶν καρπῶν δὲ αὐτῶν ἐγινώσκοντο, εἴγε μὴ θέλειν ἐποίει [ἴσ. εἴγε τὸ θέλειν, καὶ μὴ, ἐποίει] τούτους πεισθῆναι. Ὃ γὰρ ἕκαστος θέλει καὶ πείθεται. Ὅτι ὁράσεις ψευδεῖς . . . Προφητεύουσιν ὑμῖν. Καὶ γὰρ ἐκεῖνοι ὁράσεις ἀπήγγελλον. Ὥσπερ ὁ Σεδεκίας ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν. Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται . . . Καὶ οὐκ ἔσται ὁ θάπτων αὐτούς. Ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς μῆκος τῆς τιμωρίας [ἴσ. ὁρᾷς, ὡς παρὰ τῶν ἠπατημένων εἰς τοὺς ἐξαπατήσαντας μῆκος τῆς τιμωρίας] ἐκτεινομένης τῆς νόσου, καὶ τοῦ λιμοῦ, καὶ οἱ πειθόμενοι [ἴσ. καὶ αὐτοὶ, καὶ οἱ πειθ.] αὐτοῖς ἄταφοι ἔσονται οὐκ ὄντος οὐδενὸς τοῦ κηδεύοντος; Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι ῥομφαίας. Ὅτι ἱερεύς. Καὶ οὐδὲ οὕτως ἐπαιδεύοντο· διὰ γὰρ τοῦτο συγκλείσας, τοὺς μὲν ἔξω ἀνῄρει, τοὺς δὲ ἔνδον, καὶ οὐδὲ οὕτω παρέδωκαν [ἴσ. ἐνέδωκαν]. Τί γένοιτο ἂν πονηρότερον τῶν οὕτω διακειμένων, ὅτι προφήτης, καὶ ἱερεὺς οἱ μάλιστα τῶν κακῶν αἴτιοι εἰς αἰχμαλωσίαν ἀπάγονται, διδασκόμενοι, καὶ διδάσκοντες τοῦ Θεοῦ ἰσχύν. Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασα τὸν Ἰούδαν, καὶ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχῆ μου; Ὅρα πάλιν τὸν προφήτην ὑπὲρ αὐτὸν ποιούμενον τὸν λόγον. Ἐγένετο γὰρ ἡ πληγὴ πρὸς τὸ μέγεθος τῶν τιμωριῶν. Τί, φησὶν, ἀπέγνως εἰς τέλος τοῦ λαοῦ; καὶ τὸν Ἰούδαν λέγει, καὶ τὸ ὄνομα τοῦ τόπου. Οὐ τοὺς ἀνθρώπους μόνον, ὅτι ἐπλήγησαν, ἀνιᾶται. Μὴ ἀποδοκιμάζων. Ταῦτα περὶ τῆς διὰ Χριστὸν ὑστάτης ἐγκαταλείψεως ἔοικε λέγεσθαι· τῶν δὲ κακῶν τὸ μέγεθος, καὶ τοῦ χρόνου τὸ μῆκος προσέοικέν πως ἀποδοκιμασίᾳ καὶ ἀπωσμῷ· ἀλλ' ὁ Παῦλος· Οὐκ ἀπώσατο, φησὶ, τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Μετὰ τὸ πλήρωμα γὰρ τῶν ἐθνῶν πᾶς Ἰσραὴλ σωθήσεται. Ἡ πρόθεσις ἄρα τοῦ Θεοῦ τὴν μετὰ ταῦτα παρίστησιν ἐλπίδα. Ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά. Ἕτερα προσεδοκήσαμεν, ὅτι δεδώκαμεν δίκην ἱκανήν. Ἔγνωμεν, Κύριε, ἁμαρτήματα ἡμῶν. Ἐπὶ τὸ λειπόμενον φάρμακον καταφεύγει, τῶν ἁμαρτημάτων τὴν γνῶσιν. Ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. Τίνος ἕνεκεν τῶν πατέρων ἐμνημόνευσεν; Τοσαύτη παρ' ἡμῖν ἡ ῥᾳθυμία τῶν οἰκείων, ὅτι καὶ τὰ τῶν πατέρων εἰς ἡμᾶς ἀνατρέχει. Τουτέστιν, οὐδὲ ἐκεῖθεν ἡμῖν σωτηρίας ἐλπίς· οὐκ ἔχομεν καταφυγεῖν ἐπὶ τοὺς προγόνους· πάντοθεν προδεδόμεθα. Κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς. Νῦν οὖν, φησὶν ὁ προφήτης, εἰ καὶ ἡμεῖς τοιαύτης ἀνάξιοι δίκης, ἀλλ' οὖν διὰ τὴν σὴν δόξαν ἐπίσχες σου τὴν ὀργὴν, Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Μὴ ἀπολέσῃς θρόνον δόξης σου. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Τὰ βασίλεια λέγει, τὰ προστάγματα εἰσάγει. Μὴ διασκεδάσῃς τὴν διαθήκην σου. Καὶ μὴν τοῦτο εἶχεν ἡ διαθήκη. Ἐὰν μὴ διασκεδάσωσι τὴν διαθήκην μου, τὸν ἔλεόν μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν. Οὐ τὸ μὴ λαβεῖν πεῖραν τῶν δεινῶν ἀξιοῖ, ἀλλὰ τὸ μὴ εἰς τέλος ἀποῤῥιφῆναι. Μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐθνῶν ὑετίζων; Κἂν γὰρ ἀποῤῥίψῃς, μὴ ἔστι πρὸς ἕτερον καταφυγεῖν; φησί. Καὶ τοῦτο παρακαλείτω σε. Ὅτι σὺ τούτου μόνος Κύριος εἶ. Καὶ ὑπομενοῦμέν σε, Κύριε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα. Μάλιστα γὰρ ὑμῖν ἐν ταῖς θλίψεσι δεῖ, ὥστε μὴ ἀκαρτερήτους εἶναι. Καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ, οὐχὶ σὺ εἶ αὐτός; Οἴδαμεν ὅτι οὔτε στοιχεῖον αὐτὸ παρ' ἑαυτὸ δύναταί τι. Μὴ γὰρ ἔστιν ἑτέρωθι βλέψαι; Οὐχὶ σὺ εἶ αὐτὸς Κύριος; Μὴ γὰρ δὴ μεταβάλλῃ συγχωρῶν τὰ ἁμαρτήματα;