Ancient Greek · ~35 min
ΚΕΦΑΛ. ΙΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛ. ΙΕʹ.1
Not analysed yet
Καὶ εἶπε Κύριος πρός με· Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαμουήλ. Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν λογίζεσθαι, ὅτι ἐκείνους μὲν εἰδωλολατρήσαντας, ἴσχυσεν ἐξελέσθαι ὁ Μωϋσῆς, καὶ ὁ Σαμουήλ· κἀκεῖνοι μὲν ἐκ μιᾶς ἐντυχίας τὸ πᾶν, ἐγὼ δὲ τοσαυτάκις προσελθὼν, οὐδὲν ἐργάζομαι, ἀλλ' ἐξαποροῦμαι πολλάκις, ἵνα μὴ ταῦτα λέγῃ, ἄκουσον πῶς αὐτὸν παραμυθεῖται. Ἐὰν στῇ, φησὶ, Μωϋσῆς, καὶ Σαμουὴλ, τούτους οὐδὲ ἐκεῖνοι δυνήσονται ἐξελέσθαι. Ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελθέτωσαν. Οὐδὲν τούτων αὐτοὺς ἔκαμψεν, οὐδὲν τούτων αὐτοὺς ἐπεσπάσατο, οὐδὲν βελτίους ἐποίησεν· ἀλλ' ἔμειναν ἀδιόρθωτοι. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Ὥστε μηδένα τόπον ἀγνοεῖν τὰ κατ' αὐτούς. Διὰ Μανασσῆν. Ὁρᾷς τῆς μετανοίας τὴν ἰσχύν; οὗτος ὁ Μανασσῆς δι' ὃν πανταχοῦ τῆς οἰκουμένης διασπείρονται Ἰουδαῖοι· καὶ οὔτε Μωϋσῆς, οὔτε Σαμουὴλ ἱκανοὶ αὐτοὺς ἐξελέσθαι· οὗτος διὰ μετανοίας ἑαυτὸν ἐξείλετο, καὶ κατήλλαξε τῷ Θεῷ. *Οὐ διὰ τὰς ἐκείνου ἁμαρτίας λέγει ἐπαγαγεῖν αὐτοῖς τὰ κακὰ, ἀλλ' ὅτι ταῖς ἐκείνου εἰδωλολατρίαις ἐνέμειναν. Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; ἢ τίς δειλιάσει ἐπὶ σοί; Πολλὴ ἡ κακία, ὅταν μηδὲ κολαζόμενός τις εἰς ἔλεον ἀγάγῃ τοὺς θεωροῦντας· καίτοιγε πάντως, καὶ αὐτοὶ οἱ ἠδικημένοι σπένδεσθαι πρὸς τοὺς ἠδικηκότας εἰώθασιν, ὅταν ἴδωσι τιμωρουμένους. Ἀλλὰ τὰ σὰ μείζονα συγγνώμης ἐστὶ, καὶ ἐλέους. Σὺ ἀπεστράφης με, ὀπίσω πορεύσῃ. Ὁρᾷς, πῶς οὐκ ἐγὼ αἴτιος; Ἐπληθύνθησαν αἱ χῆραι αὐτῶν, καὶ ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης. Χήρας ἐποίησαν ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης, ἀτεκνίαν εἰσήγαγον, καὶ ἵνα μὴ νομίσωσι φύσεως εἶναι τὸ ταλαιπώρημα, πήρωσις σώματος [ἴσ. ἢ πήρωσιν σώματος], τὴν πολύτεκνον ἄπαιδα ἐποίησαν. Ταλαιπωρίαν ἐν μεσημβρίᾳ. Ὅρα πῶς τὴν τιμωρίαν ἐπήγαγεν, ὥστε μὴ νομισθῆναι ταύτας εἶναι τὰς συνήθεις, ἀλλ' ὄντως θεηλάτους τινάς. *Ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν. Περὶ τῆς πολύπαιδος λέγει γυναικός. Τρόμον, τουτέστι φόβον· σπουδὴν, ἵνα εἴπῃ, ταραχήν. *Ἐκενώθη ἡ τίκτουσα ἑπτά. Τουτέστιν, ἄπαις ἡ πολύπαις ἐγένετο. Ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς· τουτέστι, πενθοῦσα. Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας. Ἡ γὰρ συμφορὰ, οὐδὲ καθαρῶς ὁρᾷν τὸ φῶς συνεχώρει. Οἴμοι ἐγὼ, ὡς τίνα, μῆτερ, μὲ ἔτεκες ἄνδρα δικαζόμενον, καὶ διακρινόμενον πάσῃ τῇ γῇ; Ἕως εἶχεν ἐλπίδας ὁ προφήτης, τοῦ τὸν Θεὸν πεῖσαι, οὐδὲν ἐπωδύρετο τοιοῦτον· ἐπεὶ δὲ εἶδεν ἀπεγνωσμένα τὰ πράγματα στενοχωρηθεὶς ταῦτά φησιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος εὐτελὴς, καὶ ταπεινὸς, καὶ ἀπεῤῥιμμένος, μηδεμίαν ἔχων ἰσχύν· ὡς τίνα οὖν με ἔτεκες, μέλλοντα πρὸς πᾶσαν ἵστασθαι τὴν οἰκουμένην; Τῶν γὰρ ψευδοπροφητῶν τἀναντία λεγόντων, τούτου κελευομένου τἀναντία λέγειν, ἀμφισβητήσεις, καὶ μάχαι καθημεριναί. *Οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς. Ἀποδυσπετεῖ ὁ προφήτης τὰ πάνδεινα πάσχων παρὰ Ἰουδαίων. Τί, φησὶν, ἐτικτόμην ἑκάστοτε πρὸς τοὺς παρανόμους μαχόμενος, καὶ δικαζόμενος πρὸς αὐτοὺς, καὶ ἐλέγχων αὐτῶν τὰ κακὰ, ἀνὴρ ἐν εἰρήνῃ διάγειν βουλόμενος, καὶ οὔτε ὀφλήσας πώποτέ τινι, οὔτε χρεώστην ἐσχηκώς; Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τουτέστιν, ἔκαμον ὑπ' αὐτῶν ὀνειδιζόμενος, καὶ μυρίαις λοιδορίαις βαλλόμενος. Καὶ μὴν, ὃ πάσας συνίστησι τὰς μάχας, τοῦτο παρ' ἐμοὶ οὐκ ἔστιν· καθαρός εἰμι δανεισμάτων. Τοῖς αἰτιωμένοις, φησὶ, τοῖς ὑβρίζουσι, τοῖς σκώπτουσι, τοῖς ἐπαρωμένοις. Οὐ γάρ ἐστι τῆς τυχούσης ψυχῆς ταῦτα φέρειν, ὥσπερ οὐδὲ ὁ Ἰὼβ, οὐ πρότερον ἐκινήθη, πρὶν ἢ ταῦτα γενέσθαι. Γένοιτο, Δέσποτα, κατευθυνόντων αὐτῶν. Τί ἐστι; φησί. Τὸ γὰρ μάλιστα αὐτὸν ἐκλυποῦν [ἄλλ. ὀδυνῶν], τοῦτο ἦν, ὅτι οὐδὲν συνῄδει τῶν γινομένων ἑαυτῷ. Τουτέστιν, εἰ δικαίως ἐπαρῶνται, κύρωσον αὐτῶν τὰ ῥήματα. Εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν. Οὐ λέγω, Εἰ κατεῖπον, φησὶν, ἀλλ' εἰ μὴ ὑπὲρ αὐτῶν μελλόντων κολάζεσθαι παρέστην. Καὶ μὴ μόνον εἰς τοῦτο ἀκουσθεῖεν, εἰς τὸ ἐμὲ τιμωρηθῆναι, ἀλλὰ καὶ εἰς τὸ αὐτοὺς τυχεῖν τῶν ἀγαθῶν. Γένοιτο ἀληθῆ τὰ τῆς ἀρᾶς αὐτῶν, γένοιτο αὐτοῖς ἀληθῆ τὰ ἀγαθά *Τουτέστιν, εἰ μὴ συμμαρτυρεῖς, ὅτι ἡνίκα ἀναγγέλλειν αὐτοῖς τῶν πολεμίων τὴν ἔφοδον ἔλεγες, εἱστήκειν προσευχόμενος ὑπὲρ αὐτῶν, ἀγαθὰ ὑπὲρ αὐτῶν αἰτῶν. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβόλαιον χαλκοῦ ἡ ἰσχύς σου; Τουτέστιν, ἄνευ σιδήρου τὰ τείχη ἔχει, καὶ εἰ ἱμάτιον χαλκοῦν, οὐδὲ ἐπιγνώσεται [ἴσ. καὶ εἰ σιδήρου τὰ τ. ἔχ. καὶ εἰ ἱμ. χαλκοῦν οὐδὲ ἐπιγνωσθήσεται], ὅτι αὐτὸ τοῦτό ἐστι σιδηροῦν. Τοιαῦτα ὑποστήσονται. *Τουτέστι, περιφράξω σε τῇ ἐμαυτοῦ βοηθείᾳ, καθάπερ σιδηρέῳ ἢ χαλκέῳ ἐνδύματι. Σιδήρεον μὲν ἔνδυμα λέγει, τὸν ἁλυσιδωτὸν χιτῶνα· χάλκεον δὲ, τὸ καταφρακτόν. Ὥσπερ οὖν οἱ ταῦτα ἐνδεδυμένοι πάσης εἰσὶν ἐκτὸς βλάβης τοῦ βέλους, οὐ καθικνουμένου· οὕτως οὐδὲ σὺ τὶ πείσῃ παρ' αὐτῶν. Τινὲς δὲ περὶ τοῦ λαοῦ, ὅτι οὐδὲ οὕτω φραξάμενοι σώζονται. *Ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω. Ὡς πρὸς τὸν λαὸν, ἀντὶ τοῦ, διὰ τὰ κακὰ αὐτῶν αἰχμαλώτους ἐργάσομαι. Εἴρηται δὲ ὡς παρὰ τοῦ προφήτου ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν λαόν. Κύριε, μνήσθητί μου, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν. Ἀρκεῖ γὰρ τὰ παρελθόντα. Ἂν δὲ καὶ ταῦτα προσθῇς, τίς προσέξει; λοιπὸν ἐπάγαγε τὸ τέλος Οὐ γάρ ἐστι διόρθωσις. Ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Γνῶθι ὡς. Ἔτι τῆς αὐτῆς ἔχεται εὐχῆς καὶ προφητείας ὁ προφήτης. Δοκεῖ δὲ πάλιν ἀφιλόσοφος οὗτος ὁ λόγος εἶναι· ἀλλ' ἴδωμεν εἰ τῆς ἀσθενείας τῆς προφητικῆς, ἢ ἑτέρου τινός. Πρῶτον μὲν οὐκ ἀξιοῖ αὐτοὺς ἀναιρεθῆναι τέως, ἀλλ' αὐτόν τι μηδὲν παθεῖν δεινόν. Ἴδωμεν πότερον δι' ἑαυτὸν, ἢ διὰ τὸν τοῦ Θεοῦ λόγον. Τέως φησὶν, Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με. Ὑπὲρ τῶν ἀθετούντων τοὺς λόγους σου, συντέλεσον αὐτούς. Ὁρᾷς πῶς οὐκ εἶπεν· Ἔσομαι ἐγώ. Ἀλλ' ὑπὲρ τοῦ λόγου δέδοικεν, ὑπὲρ τῆς προφητείας τρέμει, μὴ μῦθος αὐτοῖς εἶναι νομίζηται, καὶ διαπιστῆται. Ὁ λόγος ἀεὶ εἰς εὐφροσύνην ἔσται μοι. Οὐδείς με ἀπατεῶνα, οὐδὲ εἴρωνα νομίσει λοιπόν. Ὅτι γὰρ αὐτὰ [ἄλλ. αὐτὸ] ἑαυτοῦ σκοπεῖ, δῆλον ἐκ τῶν προτέρων ἱκεσιῶν, καὶ τῆς τοῦ Θεοῦ παραμυθίας, ἣν οὐκ ἂν ἐποιήσατο πρὸς αὐτὸν, εἰ μὴ σφοδρῶς αὐτὸν ᾔδει ἀντεχόμενον. Εἰ δὲ καὶ κατ' αὐτὸν ποιεῖται τὴν δέησιν, καὶ τοῦτο θαυμαστόν [ἴσ. οὐ θαυμ.] · τότε μεθιστάμενος, ὅτε καὶ ὁ Θεός. *Τέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμοί. Τουτέστι, ψεύδεσθαί με τὴν τιμωρίαν. Ὥστε φανῆναί με ἀληθεύοντα, καὶ δίκαιον προφήτην ὄντα, ἐπειδὴ τὸ σὸν ὄνομα ἐπικαλούμενόν με, οὐδὲ δυνατὸν διαψεύσασθαι. Ὁρᾷς πάλιν ὑπὲρ τοῦ ὀνόματος δεδοικότα; Προφήτης καλοῦμαι. Ἵνα μὴ ἡ δόξα σού τι πάθῃ, ἔπαθον ἐγὼ μυρία. Οὐδὲν ὤνησα, ἀλλὰ τοὐναντίον· ἑτέρως μεταχείρισαι. Οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ'. Ὁρᾷς ὅτι καὶ τοῦτο λέγει, ὅτι Ὅσα ἔδει γενέσθαι παρ' ἐμοῦ, γέγονεν. Οὐκ ἐκοινώνησα αὐτοῖς ὑβριζόμενος, οὐκ ἀπέστην [ἴσ. ἐπέστην]. Τί δεῖ γενέσθαι λοιπόν; διὰ τὸν φόβον τὸν σὸν πάντα ὑπέμεινα, καὶ γέγονεν οὐδέν. Καταμόνας ἐκαθήμην. Οὐδένα κοινωνὸν εἶχον τῶν λεγομένων. Πάντες ἠπίστουν· ἀλλ' ὅμως οὐδέν με τούτων παρέτρεψεν· οὐδὲν ἐνελείφθη τῶν παρ' ἐμοῦ. Ἵνα τί οἱ λυποῦντες κατισχύσουσί μου; Τίνος ἕνεκεν, φησὶ, συγχωρεῖς αὐτοῖς; τί τὸ πλέον; μὴ γὰρ ἡ ὠφέλεια γίνεται αὐτῶν; τί τὸ λοιπόν; Ἡ πληγή μου. Τῆς ψυχῆς δηλονότι. *Ἡ πληγή μου στερεὰ, πόθεν ἰαθήσομαι; Τουτέστιν, οὗτοι ἐχθραίνουσι, καὶ τὰ τῶν πολεμίων διαπράττονται. Τὴν ἔκβασιν τῶν ἐμῶν λόγων οὐχ ὁρῶ. Οὐδαμόθεν ἔχω παραμυθίαν. *Γινομένη ἐγενήθη μοι, ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν. Τουτέστιν, ἡ προφητεία. Ἵνα εἴπῃ, ἐνομίσθη ψεύδεσθαι. Καὶ καθάπερ τὸ ὕδωρ στάσιν οὐκ ἔχει, οὕτως οὐδὲ τοῖς ἐμοῖς λόγοις ἀλήθειαν προσεῖναι νομίζουσι. Καθάπερ ὕδωρ παραῤῥεῖ, καὶ οὐχ ἕστηκεν, οὐδὲ μένει, οὕτω καὶ τὰ ἐμὰ ῥήματα νῦν ἐνταῦθα φαίνεται, νῦν ἐκεῖ. Καὶ μεταπηδᾷ, καὶ οὐκ ἔχει πίστιν. Ἢ εἰ μὴ τοῦτο, Τὰ δεινὰ οὕτως ἐπάλληλα, φησὶν, ἦν, ὥσπερ ὕδωρ ἐπαίρει, καὶ οὐ διέλιπεν. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· πρὸ προσώπου μου στήσῃ. Τουτέστι, Προσῆκόν σε πρὸς ἐμὲ ἀφορᾷν, μὴ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε· καὶ πρὸ προσώπου μου στήσῃ. Ἐπειδὴ ἀπέστραπτο λοιπὸν τὴν προφητείαν· ἐπειδὴ πέρας λοιπὸν ἔχειν ἐνόμιζε τὸ πρᾶγμα· Μεταβαλοῦ, φησὶ, τῆς προαιρέσεως ταύτης, καὶ ὅρα ἐὰν σὺ ἐπιστρέψῃς, πρότερον τὰ παρὰ τοῦ προφήτου ζητεῖν. Ἔτι ἐλπίς ἐστι κερδηθῆναί τινας. Μὴ πρόσεχέ μου τοῖς ῥήμασι τοῖς ἀπόγνωσιν ἔχουσιν. Ἀπειλῆς ἕνεκεν ταῦτα λέγω καὶ φόβου· εἰσὶ τίμιοί τινες. Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, τούτοις, φησὶ, πρὸ προσώπου μου στήσῃ. Οὐ μικρὸν ἀξίωμα, ἀλλ' ἀγγελικὸν ἢ τιμήν· ἢ ἀσφάλειαν ἐπαγγέλλεται τὸ πρόσωπόν μου. Καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ. Ποῖαι λοιπὸν ταύτης ἴσαι ἀρεταί; παράβαλε ταύτῃ ὅσα βούλει· μὴ γὰρ δὴ τὸν ἐξάγοντα ἴδῃς, ἀλλὰ κἂν μὴ ἐξαγάγῃ, τὸ αὑτοῦ ἐποίησεν. *Τουτέστιν, Εἰ δὲ ἀναμένων τοῖς συνεχέσι λόγοις μεταβάλλῃς τινὰ, ἔσῃ μιμούμενος ἐμὲ, ὃς μακροθυμίᾳ τῶν ἀνθρώπων τὸ γένος ἄγειν ἐπὶ τὸ κρεῖττον σπουδάζω. Καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ, καὶ σὺ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Περιττὰ γὰρ ἦν τὰ τῆς τιμῆς ἐπαγγελλόμενα, εἰ μὴ καὶ τὴν ἐνταῦθα ἀσφάλειαν ὑπέσχετο· τουτέστιν, Αὐτοὶ ἥξουσιν πρὸς σὲ, σὺ δὲ οὐκ εἴξεις αὐτοῖς· σοῦ δεηθήσονται, καὶ παρακαλέσουσί σε. *Τουτέστι, Στερεὸς ἐπὶ τῆς εὐσεβείας μεῖνον, ὥστε ἐκείνους ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν, ἀλλὰ μὴ αὐτόν σε ὑπὸ ὀλιγωρίας μεταβληθῆναι πρὸς τὴν ἐκείνων γνώμην. *Καὶ δώσω σε τῷ λαῷ τούτῳ τεῖχος χαλκοῦν ὀχυρὸν, καὶ τὰ ἑξῆς. Τουτέστιν, Εἰ δὲ κακὰ διατιθέασιν, αὐτοὺς ἐπαμύνω, κρείττονά σε τῶν συμφορῶν ποιῶν.