Ancient Greek · ~19 min
ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΟΝ ΙΕΡΕΜΙΑΝ ΠΡΟΦΗΤΗΝ ΤΑ ΣΩΖΟΜΕΝΑ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΟΝ ΙΕΡΕΜΙΑΝ ΠΡΟΦΗΤΗΝ ΤΑ ΣΩΖΟΜΕΝΑ..1
Not analysed yet
Λεκτέον τίς ἡ προφητεία καὶ πότε ἤρξατο, καὶ πότε πέπαυται, καὶ τίνος ἕνεκεν ἔληξεν· καὶ τί λαβεῖν ἔστιν ἐκ ταύτης ἐν τῷ βίῳ ὠφέλιμον. Προφητεία τοίνυν, τὸ λέγειν, ἢ καὶ τυπικῶς δεικνύναι τὰ προλαβόντα, καὶ ὄντα, καὶ ἐσόμενα. Λόγος γάρ ἐστιν, ἢ πρᾶγμα πρὶν γνωσθῆναι προαγορεύων τὰ πράγματα. Ἐπεὶ καὶ διὰ πράγματος πρᾶγμα σημαίνεται. Τύποι γὰρ ἦσαν τοῦ μέλλοντος ὁ ὄφις ὁ χαλκοῦς, ὁ ἀμνὸς ὁ ἐν Αἰγύπτῳ, Ἰσαὰκ προσαγόμενος. Προφητεία γὰρ ταῦτα, τὴν δὲ αἰτίαν οὐκ ἔχουσι, ὡς ἐπὶ τοῦ Ἐζεκιὴλ ἐκβαλλομένου διὰ τοῦ τοίχου [ἴσ. καταβαλλομένου τοὺς τοίχους.] Ἔχει γὰρ τὴν αἰτίαν. Δεῖ μέντοι τοὺς τύπους καὶ τοῖς τότε χρησίμους εἶναι ὡς ἐπὶ τοῦ ὄφεως, καὶ τοῦ ἀμνοῦ. Προλέγουσι δὲ οἱ προφῆται οὐκ ἐρωτώμενοι μόνον κατὰ τοὺς ἔξω, τὸ δὲ πλεῖστον ἀφ' ἑαυτῶν. Λέγονται γὰρ καὶ παρ' ἐκείνοις ὁμωνύμως προφῆται. Διὸ καὶ Παῦλός φησιν· Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης; Ἐκάλουν δὲ προφήτας καὶ τοὺς ἱερέας Αἰγύπτιοι. Καὶ καθόλου τῶν προφητειῶν, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολικὴ, ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνικὴ, ἡ δὲ τετάρτη κοινὴ καὶ δημώδης. Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστι, δι' οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις, ὡς τῷ Ναβουχοδονόσωρ, καὶ Φαραὼ, καὶ Βαλαὰμ, καὶ Καϊάφα· τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοὶ γὰρ οἱ ἀλευρομάντεις, καὶ ἡ διὰ τῶν μορίων μαντευομένη Πυθία, καὶ ἡ διὰ τοῦ δρυὸς ἡ Δωδωνὶς ἱέρεια, καὶ ἡ διὰ σπλάγχνων, καὶ πτήσεως, καὶ κλαγγῶν, συμβόλων τε καὶ πταρμῶν, καὶ κλῃδόνων, καὶ βροντῆς, καὶ χειρῶν, μυῶν τε καὶ γαλῆς, καὶ τρυσμῶν καὶ ὤτων ἤχου, καὶ σώματος παλμῶν, καὶ χαλίκων, ῥάβδων τε καὶ φλοιῶν, διὰ νεκρῶν τε καὶ γαστρὸς, ὀνομάτων τε καὶ ἄστρων, καὶ φιαλῶν, μυρίων τε ὅσων τοιούτων. Ἡ γὰρ δι' ὀνείρων καὶ παρ' ἡμῖν διὰ κατοχῆς καὶ αὕτη. Ἡ δὲ πρόγνωσις αὐτοῖς, οὐ δι' ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας· κἀκεῖνοι μὲν περὶ χρημάτων, καὶ νόσων, καὶ πολέμων μαντεύονται, μηδεμιᾶς ζητουμένης αὐτοῖς ἀρετῆς, ἢ κακίας· παρ' ἡμῖν δὲ διορθώσεως ἠθῶν ἕνεκα, καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Κἀκεῖνα μὲν ἐκβῆναι δεῖ, ταῦτα δὲ οὐ πάντως. Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ' ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ' ἡμῖν μεταβολὴν ἐνδεχόμενα; Θεὸς γὰρ προλέγων, καὶ τὴν λύσιν ὑποτίθεται τῶν δεινῶν, εἰ μεταγνῶναι βουλοίμεθα. Τοῦτο γάρ ἐστι καὶ τῆς προφητείας τὸ κέρδος. Μὴ μεταβαλλομένων δὲ πάντως γίνεται. Ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀληθεύσαντες, ἐν τοῖς πλείστοις διήμαρτον. Καὶ οἱ μὲν ὀργάνων δέονται, καὶ τόπων, καὶ καιρῶν, καὶ ἐπὶ χρήμασι λέγουσι· Θεὸς δὲ τούτων ἀπήλλακται. Τοιαύτη μὲν γὰρ ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ χελιδόνων, καὶ γεράνων γέρανοι, καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνονται, ἐχῖνοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι. Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς, καὶ συμβούλοις, καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀῤῥωστίας, οἱ δὲ λύσεις τούτων προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὰς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχάζονται. Ἔστι δὲ καὶ κοινὴ, καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ τρεῖς μῆνας ὁ χειμών· πάντες γὰρ ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις. Οὐδὲν οὖν μέγα καὶ πρόῤῥησιν ἔχειν καὶ γνῶσιν καὶ δαίμονας, ὅπου καὶ μύρμηκες ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις, καὶ δεινοὶ τοῦ μέλλοντος ἄνθρωποι στοχασταί· ἀλλ' οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι. Ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσε τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνας στῆσον, καὶ προδοθήσεται δι' αὐτῶν ὁ Ἰσραήλ· καὶ γέγονεν οὕτως. Τοῦτο δὲ στοχασμὸς, μᾶλλον δὲ προῤῥήσεις μηδὲν παράδοξον ἔχουσαι· καθάπερ ἐπὶ Χριστοῦ, τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον· τὸ, Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Καὶ μετ' ὀλίγον· Τὸν μακάριον Ἱερεμίαν ὡς τῶν ἄλλων σαφέστερόν φασι δεῖν πρὸ τῶν ἄλλων ἀναγινώσκεσθαι. Καὶ οὐ θαυμαστὸν, εἰ τῶν προφητῶν οἱ μὲν ἀσαφεῖς, οἱ δὲ καὶ σαφέστεροι· ὅπου καὶ ἑνὸς τῆς θείας Γραφῆς, ἔσθ' ὅτε συγγράμματος, τὰ μὲν ἀσαφῆ, τὰ δὲ σαφῆ, καὶ τῶν ἑνὸς ἀνδρὸς συγγραμμάτων τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, καθάπερ ἐν Ψαλμοῖς ἀποστόλων τε Ἐπιστολαῖς, καὶ ἐπὶ τῶν τοῦ Κυρίου ῥημάτων. Καθόλου γὰρ ἀσάφεια γίνεται ἢ διὰ τὴν φύσιν τῶν ὑποκειμένων, ξένων ὄντων πρὸς ἀκοὴν, ὡς ἐπὶ τῆς σκηνοποιίας, καὶ τῆς παρὰ Ἰεζεκιὴλ κατασκευῆς τοῦ ναοῦ· ἢ παρὰ τοὺς ἀκούοντας, ἢ ἀσυνέτως διακειμένους. Διόπερ ὁ Χριστὸς τὰς παραβολὰς ὡς ἐπίτηδες ἀσαφῶς εἰρημένας. Καὶ μετ' ὀλίγον. Γίνεται δὲ πάλιν ἀσάφεια καὶ παρὰ τὴν τοῦ λέγοντος ἰδιότητα, ἐπιῤῥεπῶς ἔχοντος πρὸς τὴν τοιάνδε ἀπαγγελίαν. Καὶ ἐπὶ τῶν προφητῶν τὸ Πνεῦμα τὰ νοήματα μόνον ἔλεγεν, ἀλλ' οὐχὶ καὶ τὰ ῥήματα· αὐτοὶ δὲ λοιπὸν ἔφραζον ἰδιωτικῶς. Οὐ γὰρ ὡς ἀκινήτοις ἐκέχρητο, καθάπερ ἡ τῶν δαιμόνων ἐπίπνοια· τὰ δὲ λεχθέντα γινώσκειν ἠβούλετο, καὶ μετὰ τῆς οἰκείας γνώμης ἅπαντα λέγειν· Οὐ πρᾶγμα ποιήσει Κύριος, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.