Ancient Greek
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Jeremiam (in catenis) ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ..1
Not analysed yet
Ἱερεμίας ὁ τοῦ Χελκίου ἐκ τῶν ἱερέων. Ἐκ τῆς εἰς τὸν προφήτην Ἱερεμίαν ἑρμηνείας. Τὸν μὲν χρόνον, καθ' ὃν προεφήτευσεν ὁ μακάριος προφήτης Ἱερεμίας, καὶ ἀπὸ ποίου βασιλέως ἤρξατο, καὶ εἰς ποῖον προφητεύων ἐτελεύτησε, σαφῶς ἐν τοῖς προοιμίοις τοῦ προφήτου ἔστι μαθεῖν. Πᾶσαν δὲ τὴν προφητείαν κατὰ τῶν δύο ποιεῖται φυλῶν, ἤδη τῶν δέκα αἰχμαλώτων γενομένων ὑπὸ τοῦ Ἀσσυρίου. Ποικίλην δέ τινα τὴν προφητείαν ἔστιν ἰδεῖν· τοῦτο μὲν γὰρ ἀπὸ τῶν παραδειγμάτων αὐτοὺς ἐλέγχει, ὡς ὅταν λέγῃ· Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ· τοῦτο δὲ ἀπό τινων παρ' αὐτοῦ τοῦ προφήτου γενομένων, ὡς ὅταν λαμβάνῃ τὸ περίζωμα, καὶ τὰ ἀκόλουθα ποιῇ, καὶ τὸν βίκον, ὃν ἔκλασε κατὰ πρόσωπον τοῦ λαοῦ, μήνυμα τῆς ἀπωλείας τοῦ πλήθους, καὶ τοὺς κλοιοὺς οὓς περιέθετο. Πολλὴν δέ τινα δυσχέρειαν ἐν τοῖς χρόνοις τοῖς αὐτοῦ ἔσχε, πάντων ἤδη εἰς ἀσέβειαν ἐκκλινάντων, καὶ ἱερέων ἀνθισταμένων, οἷος ἦν ὁ Σοφονίας, καθ' οὗ καὶ φαίνεται λέγων, καί τινων τῶν ἐν τέλει ὄντων· καὶ πάλιν πρὸς τὸν Πασχὼρ ἀποτεινόμενος, καὶ βασιλέων ἥκιστα δεχομένων τὴν παραίνεσιν. Ποιεῖται δὲ τὸν ἔλεγχον οὐκ ἀπὸ τῶν πραγμάτων μόνον, τὰς ἀσεβείας λέγων σαφῶς· ἀλλὰ καὶ ἀπό τινων εὐπειθῶν ἀνδρῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, ὧν κατὰ σύγκρισιν δείκνυσι παρανόμους τοὺς Ἰουδαίους. Διὰ τοῦτο καὶ τὰ χείριστα φαίνεται πεπονθὼς, τοῦτο μὲν ὕποπτος ἐπὶ τῆς προδοσίας γινόμενος, τοῦτο δὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος, τοῦτο δὲ ἐν λάκκῳ βορβόρου βαλλόμενος. Ταύτης ἕνεκεν τῆς αἰτίας εὐθὺς ἐν ἀρχῇ ὑπισχνεῖται αὐτῷ ὁ Θεὸς παρέξειν τὴν ἰσχύν· προλέγων μὲν αὐτῷ τὰ δεινὰ, ἐπαμύνειν δὲ ἐπαγγελλόμενος. Λέγει καὶ κατὰ τῶν ἐθνῶν, πρὸς ὠφέλειαν οὐ μόνον Ἑβραίων, ἀλλὰ καὶ αὐτῶν ἐκείνων καθ' ὧν λέγει, ἵνα ὁρῶντες τὴν ἔκβασιν πείθοιντο, ὁ Δεσπότης ἁπάντων ἐστὶν ὁ Θεός. Προφητεύει δὲ καὶ τὴν ἀνάκλησιν τοῦ λαοῦ, καὶ ἀριθμὸν ἐτῶν τῆς αἰχμαλωσίας τίθησι. Τέλος δὲ καὶ Θρήνους ποιεῖται, καὶ παραίνεσιν δι' ἐπιστολῆς τίθησι πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ τυγχάνοντας· ἐν ᾗ ἐλέγχει καὶ τῶν εἰδώλων τὸ μάταιον, καὶ Δεσπότην τῶν ἁπάντων δεικνύει τὸν Θεόν. Τὸ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν. Τὸ μὲν ὄνομα Ἱερεμίας, ὡς καὶ ἡ Βίβλος φησὶ, τὴν δὲ φυλὴν Λευΐτης, τὴν δὲ πατρίδα Ἀναθωθίτης, τὴν δὲ χώραν ἐν Βενιαμεὶμ κατῴκει, ἐκ τοῦ ἱερατικοῦ γένους. Ἐκ τῶν ἱερέων. Τοῦ δικαίου καὶ θαυμαστοῦ. Ἐπεὶ καὶ ἄλλοι τὴν ἀρχὴν ἐκεῖθεν ἔλαβον, ἐπὶ δικαίων τὰς προφητείας ἐποιοῦντο. Ὅρα· καὶ προειδὼς ὁ Θεὸς μηδὲν ὠφελουμένους αὐτοὺς, τοὺς προφήτας ἔπεμπεν· οὐ μικρὸν γὰρ ἐκ τούτου καρπούμεθα. Ἵνα γὰρ μὴ λέγοι τις· Καὶ τί τὸ ὄφελος; ὡσανεὶ καὶ ἰατρῷ προειδότι τὸν θάνατον τοῦ ἀνθρώπου, μέμφοιτό τις παραμένοντι μέχρις ἐσχάτης ἀναπνοῆς· οὐ γὰρ ἐνέλιπε πάντα παραινῶν καὶ συμβουλεύων. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ δικαίου καὶ εὐσεβοῦς ταῦτα ἔπασχον; ὅτι τῆς ἁμαρτίας ἐτίννυον δίκην τῶν Μανασσῇ πεπραγμένων ἐν τεσσαράκοντα ἔτεσιν. Τὸ ῥῆμα τοῦ Θεοῦ. Τοῦτό ἐστι προγραφὴ τοῦ βιβλίου· μηνύει δὲ, τίνος παῖς, ὅτι Χελκίου· καὶ ποίας ἀξίας, ὅτι ἱερεὺς, καὶ ποῦ κατοικῶν, ὅτι ἐν Ἀναθὼθ, καὶ ποίας φυλῆς, ὅτι ἐκ τῆς Βενιαμίν. Ῥῆσις δὲ, καὶ λόγος, καὶ ὅρασις, καὶ λῆμμα ταυτόν ἐστι. Ῥῆμα δὲ ἐγένετο οὐ διὰ φωνῆς, ἀλλ' ὅτι σαφέστερον λέγουσα ὅρασις, ὡς ὁράματος γεγονότος. Τί βούλεται τὸ ῥῆμα τοῦτο; Τί κατασκευάζει; Ὁ δῆμος φονῶν ἦν. Ἡσαΐας πρισθεὶς ἦν, ἐλαθεὶς Ἀμὼς, Ζαχαρίας καταχωσθείς· ἐγγυμναζόμενοι τοῖς αἵμασι τοῖς προφητικοῖς, καθάπερ κύνες αἱμάτων γευόμενοι, λοιπὸν τῆς τοιαύτης ἐδίψων τροφῆς· εἰς θυμοὺς ἑαυτοὺς μεταβάλλοντες, οὔπω οὐκ ἀπέστησαν. Ἔδει πολλοῦ τῷ προφήτῃ καὶ μεγάλου φρονήματος εἰς τοιοῦτον ἐμπηδῶντι δῆμον. Ὡς ἐγενήθη λόγος Θεοῦ. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ καὶ ἐπὶ ποίου βασιλέως ἤρξατο τῆς προφητείας, καὶ κατὰ ποῖον καιρόν. Ἐπειδὴ γὰρ δίκαιος ἦν Ἰωσίας, καὶ ὀρθὴν εἶχε τὴν γνώμην περὶ τὴν εὐσέβειαν, οὐκ ἠδύνατο δὲ ἀφ' ἑαυτοῦ γνῶναι τὸ καλὸν πάντων εἰς ἀσέβειαν ἐκκλινόντων τῶν αὐτοῦ προγόνων, καὶ μάλιστα κομιδῇ νέος παραχθεὶς τὴν βασιλείαν· ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς βασιλείας αὐτοῦ ᾠκονόμησεν ὁ Θεὸς προφητεύειν τὸν Ἱερεμίαν, ἵνα ἐκ τῶν ἐλέγχων τοῦ προφήτου τὴν περὶ τὸ καλὸν σπουδὴν δείξῃ ἑαυτοῦ ὁ βασιλεύς. Οὐ διεληλυθότων γοῦν πέντε ἐνιαυτῶν περιττὴν τοῦ ναοῦ σπουδὴν ἔσχεν. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰωσία. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ τοὺς βασιλεῖς, ἐν οἷς προεφήτευσε. Τὸ δέ· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου, μηνύει, ὅτι ἐδείχθη μὲν προφήτης, καὶ πνευματικῆς ἠξιώθη χάριτος ἐπὶ τοῦ Ἰωσίου. Τοὺς δὲ πάντας τούτους λόγους ἀπὸ Ἰωακεὶμ ἀρξάμενος ἐποιήσατο. Τότε γὰρ μάλιστα ἐδέοντο παραινέσεως. Εἰ γὰρ τὸν χρόνον μόνον, καθ' ὃν ἤρξατο προφητεύειν, σημᾶναι ἐβούλετο, ἤρκει τοῦ Ἰωσίου ἡ μνήμη· εἰ δὲ καὶ τοὺς λοιποὺς εἰπεῖν ἠθέλησεν, ἐφ' ὧν προεφήτευσεν, ἔδει καὶ τοὺς ὑπολειφθέντας θεῖναι. Ὥστε δῆλον ὡς τοῦτο μηνύει, ὡς ἤρξατο μὲν ἐπὶ Ἰωσίου, οὐ πολλῶν δὲ λόγων, οὐδὲ σφοδρῶν ἐδεήθη τὸ τηνικαῦτα, τοῦ τε κρατοῦντος ὄντος εὐσεβοῦς, καὶ τοῦ πλήθους ἑπομένου τῷ βασιλεῖ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτὸν λέγων. Αὕτη μὲν ἡ ἀρχὴ τοῦ βιβλίου, οὐχ αὕτη δὲ τῆς προφητείας ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἅπαντες ἐξώκειλαν εἰς ἀσέβειαν, καὶ προφῆται λοιπὸν οὐκ ἦσαν· ἠβούλετο δὲ τὸν δίκαιον ἀποστεῖλαι ἐπὶ τὸ τοῖς οἰκείοις λόγοις μεταβαλεῖν τοῦ λαοῦ τὴν περὶ τὴν ἀσέβειαν σπουδήν. Πρὸ τοῦ σε ἐξελθεῖν. Οὕτω καὶ Παῦλος· Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἵνα· εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. —Καὶ μετ' ὀλίγα· Ἐγὼ ὁ πλάσας σε ἐκ κοιλίας. Οὐ τῆς φύσεως τὸ ἔργον ἐστὶν, οὐ τῶν ὠδίνων· Ἐγὼ πάντων αἴτιος. Ὥστε δικαίως ἂν ὑπακούσῃς ἐμοὶ, καὶ τῷ εἶναι παρασχόντι. Οὐ πρῶτον, ἡγίακά σε, ἀλλὰ πρῶτον, ἐπίσταμαί σε, καὶ τότε ἡγίακά σε. Ἐνταῦθα πρόγνωσιν ἔδειξεν. μετὰ τὴν πρόγνωσιν, τότε τὸν ὅρον. Ἐπειδὴ ἔγνων σε, ἡγίακά σε. Διὰ τοῦτο ὁ Ἀπόστολος λέγει· Οὓς προέγνω, καὶ προώρισεν. Οὐκ εἶπε πρῶτον, προώρισεν· ἀλλὰ, προέγνω, καὶ τότε, προώρισεν. Προφήτην εἰς ἔθνη τέθεικά σε. Εἰ γὰρ καὶ μὴ ἐξῆλθε τὴν Ἱερουσαλὴμ, ἀλλὰ πολλὰ περὶ τῶν ἐθνῶν προεφήτευσεν. Οὐχ ἁπλῶς αὐτὸν πέμπει· ᾔδει γὰρ ὡς ἡ τοῦ καιροῦ δυσχέρεια ὀκνηρότερον αὐτὸν περὶ τὸ πρᾶγμα ποιήσει. Λέγει τοίνυν ῥήματα, ἀφ' ὧν προτρέπεσθαι αὐτὸν ἠδύνατο· Πρὸ τοίνυν τῆς γενέσεως ᾠκειωσάμην σε· Τοῦτο γὰρ τὸ, ἐπίσταμαι. Καὶ διαπλασθέντα ἀφώρισα. Εἶτα ἐπειδὴ ἔστιν ἀφορισθῆναι, καὶ εἰς ἱερατείας, καὶ εἰς ἄλλας τινὰς ὑπηρεσίας, δεικνὺς τοῦ ἀφορισμοῦ τὸ εἶδος, Εἰς τοῦτό σε, φησὶν, ἀφώρισα, ὥστε προφητεῦσαι τῷ λαῷ. Ἔθνη γὰρ τὰς φυλὰς λέγει. Διὸ ὁ μὲν παραιτεῖται, ὡς οὐκ ἀξιόπιστος ὢν πρὸς τοσούτους διαλέγεσθαι, καὶ μάλιστα πρὸς βασιλέας. Θεὸς δὲ θαῤῥύνει. Νεώτερος ἐγώ εἰμι. Ὅρα τὸ ἄτυφον τῶν δικαίων, πῶς τὰ οἰκεῖα ἐλαττώματα ἀνάγραπτα ἀνατιθέασι. Τίς οὐκ ἂν ἐρυθριάσειεν τοῦτο γραφῇ παραδοῦναι; Ἀλλὰ καθαροὶ δόξης ἦσαν, καὶ φιλοτιμίας· καὶ εἴ τι εἶπον, καὶ εἴ τι ἤκουσαν, τοῦτο μετὰ πάσης ἀληθείας τεθείκασι. Καὶ πάλιν· Ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὁ προφήτης φησίν· ἵνα ὅταν ἴδῃς αὐτὸν ῥητορεύοντα, καὶ πρὸς τούτους ἀποτείνοντα λόγους, μὴ τῆς ἐκείνου δυνάμεως νομίσῃς εἶναι τὰ ῥήματα. Προλαβὼν γὰρ ὡμολόγησεν, ὅτι Οὔτε λαλεῖν ἐπίσταμαι. Ὁ ὤν. Ἐπέγνω τὸν προσδιαλεγόμενον. Οὗ δὴ χάριν αὐτὸν ἀπὸ τῆς προτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε Μωϋσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ Δεσπότης· Ἐγώ εἰμι ὁ ὤν. Μιμεῖται δὲ καὶ τὴν Μωϋσέως εὐλάβειαν, οὐκ ἀξιόχρεων εἰς τὴν προφητείαν εἶναι τὴν νεότητα λέγων. Ἀλλ' ὁ Δεσπότης αὐτῷ παρεγγυᾷ, μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθὲν, ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. Μὴ λέγε, ὅτι Νεώτερός εἰμι. Ὅταν γὰρ ὁ Θεὸς ἐπιτάττῃ, ὁ τῆς φύσεως Δεσπότης, καὶ ἡλικία, καὶ ἀγλωττία, καὶ πάντα ὑπεξίσταται τὰ πάθη. Ἐγὼ κελεύω, καὶ νεότητα προβάλλῃ; Μὴ σκήπτου, μηδὲ προφασίζου, φησίν. Μὴ φοβηθῇς. Ἐγὼ ἐντέλλομαι, καὶ σὺ φοβῇ; Ὅρα τὰ ἐκκλησιαστικὰ προανατυπούμενα. Ἰδοὺ ἐγὼ ὑμᾶς ἀποστέλλω ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὐκ εἶπον· Ποῦ πέμπεις; Εἶδες τὸ μέσον τῶν προφητῶν, καὶ τῶν ἀποστόλων; Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε. Οὐκ ἄρα τοῦτο δείκνυσι τὸ, εἶναι μεθ' ἡμῶν τὸν Θεὸν, τὸ ἐξαιρεῖσθαι ἡμᾶς αὐτόν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν προσέθηκεν· τοῦ ἐξαιρεῖσθαί σε. Ὥστε καὶ μὴ ἐξαιρούμενος, μεθ' ἡμῶν ἐστιν. Ἐπεὶ καὶ μετὰ τῶν μαρτύρων ἐστὶν οὐκ ἐξαιρούμενος αὐτούς· καὶ μετὰ δικαίων ἐστὶ, συγχωρῶν αὐτοὺς ἀθλεῖν, καὶ μετὰ τοῦ Ἰὼβ ἦν, ὅτε αὐτὸν ὁ διάβολος ἐπολέμει. Ἀλλ' οὐκ ἀπὸ τοῦ, Ἔσομαι μετὰ σοῦ, ἀλλὰ τοῦ ἐξαιρεῖσθαί σε, ἔχεις ὅπλον ἄμαχον, καὶ ἀκαταγώνιστον συμμαχίαν. Μὴ φοβηθῇς. Τίς γὰρ ἐπὶ τῆς πέτρας ἑστὼς, ῥανίδα δέδοικεν ὑδάτων; τίς τὸν βασιλέα ἔχων ἑστῶτα μεθ' ἑαυτοῦ, φοβεῖται καὶ τρέμει; Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ. Ταύτης τῆς αἰσθητῆς εἰκόνος ἐδέετο ὁ προφήτης, ἐπεὶ καὶ ὁ Χριστὸς τοῦτο ἐποίει· Ἐνεφύσησεν αὐτοῖς, καίτοι οὐκ ἐδεῖτο τοῦ ἐμφυσήματος· ἀλλ' ὑπὲρ πληροφορίας αἱ σωματικαὶ γίνονται εἰκόνες. Ἰδοὺ καθέστηκά σε σήμερον. Καὶ μὴν ἄνω ἔλεγεν, Πρὶν ἤ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Πῶς οὖν ἐνταῦθα, σήμερον, λέγει; Ἐκεῖνο τῇ προγνώσει, τοῦτο τῇ ἐνεργείᾳ. Ἐκριζοῦν. Τοῦτο γεωργίας εἶδος ἄριστον, ὀρύσσειν τὰς ἀκάνθας. Ἃ μέλει προφητεύειν, συντόμως ἔφη. Ἐκριζοῦν, τὸ τῆς πόλεως ἐξιέναι· κατασκάπτειν, τουτέστι τοῦ ναοῦ τὴν καταστροφήν· καὶ ἀπολύειν, τοῦ πλήθους τὴν σφαγήν· καὶ καταλύειν, τῶν οἰκείων τὴν ἀπώλειαν· καὶ ἀνοικοδομεῖν, τὴν ἀνάκλησιν· καὶ μεταφυτεύειν, τὸ μετὰ τὴν ἐπάνοδον ἀσφαλῶς ἐπὶ τῆς γῆς κατοικεῖν. Καὶ ἐγένετο λόγος Κυρίου. Τοῦ Χρυσοστόμου, ἄλλ. Ὀλυμπιοδώρου. Ταῦτα ἐκ διαλείμματος, ὅταν εἴπῃ· Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· οὐ γὰρ ἐφεξῆς, ἀλλ' ἐδίδου συνιδεῖν τὰ λεγόμενα. Βακτηρίαν καρυΐνην. Τὸ γὰρ ξύλον τοῦτο στεῤῥὸν, καὶ βαρὺ, καὶ πληκτικόν. Τίνος ἕνεκεν ταῦτα ἔβλεπον; Ὅτι τὰ πράγματα καὶ αἱ ὄψεις ἐναργέστεραι ἦσαν, καὶ μᾶλλον ἔπληττον τὸν ἀκροατήν. Ἡ γὰρ ῥάβδος πληγῆς ἐστι σύμβολον. Προτρεψάμενος αὐτὸν ἐπὶ τὴν προφητείαν, καὶ διὰ τῆς ὀπτασίας μᾶλλον δυσωπεῖ. Τὸ δὲ καρυΐνην, ἀμυγδαλίνην τινὲς ἡρμήνευσαν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Βακτηρίαν ἐγρηγορυῖαν ἐγὼ ὁρῶ. Ἡ γὰρ ἐγρήγορσις καὶ τὸ ἀμύγδαλον διὰ τῶν αὐτῶν ἐν τῷ Ἑβραϊκῷ προφέρεται ῥημάτων. Ἐπάγει γοῦν· Καὶ εἶπε Κυρίος πρός με, Καλῶς ἑώρακας· τουτέστιν, Οὐκ ἔτι αὐτοῖς μακροθυμῶ, ἀλλ' ἐπάγω τὴν ψῆφον. Ἔλαβε δὲ ἐκ μεταφορᾶς τῶν παρατηρούντων τοὺς ἁμαρτάνοντας, ἐπ' αὐτοφώρῳ αὐτοὺς εὑρισκόντων. Τινὲς καρυΐνην ἔφασαν, διὰ τὸ ἰσχυρὸν τῆς τιμωρίας, ἑωρᾶσθαι. Ὅτι μὲν οὖν τιμωρεῖται αὐτοὺς, ἐμήνυσε διὰ τούτων· τίνα δὲ τὸν τρόπον, ἐπάγει· Διότι ἰδοὺ ἐγὼ ἐγρήγορα. Ἐπειδὴ καὶ ὁ ὕπνος ἐπὶ Θεοῦ, μακροθυμία τίς ἐστιν· Ἕως πότε ὑπνοῖς, Κύριε; τουτέστιν Ἤδη ὑπεξέρχομαι. Οὐ πείθω ῥήματι, τῇ ὄψει τῆς ῥάβδου πείσθητι. Οὐ λέγω, ἀλλὰ ποιῶ. Καὶ τὸ πρόσωπον αὐτοῦ. Τὸ πρόσωπον, τουτέστιν ἡ ἔκκαυσις γίνεται τοῦ λέβητος. Καλεῖ δὲ λέβητα τὴν Ἱερουσαλὴμ, ἔκκαυσιν δὲ τὴν συμφοράν· ἀπὸ βοῤῥᾶ δὲ, ἵνα μηνύσῃ τὴν τῶν Βαβυλωνίων ἔφοδον. Τουτέστιν, ἐκεῖ ἑώρα, ἐκεῖ ἔβλεπεν, ἐκεῖ ἐτέτραπτο. Τὸν θόρυβον, τὴν ζέσιν, τὴν ὀδύνην, τὸν τηγανισμὸν διὰ τοῦ λέβητος δηλοῖ. Τοῦτο ἰατρεία μεγίστη, τὸ διαφυλάξαι τὸν κάμνοντα, φοβῆσαι, σωφρονίσαι, ἐπαγαγεῖν διὰ τῆς ὄψεως αὐτῆς, καὶ ἀνασχεῖν, καὶ δοῦναι μετανοίας καιρόν. Οὔτε γὰρ ἂν ἐπήγαγεν εὐθέως, ὥστε μὴ ἀνελεῖν τὸν ἐκ τῆς μετανοίας καρπόν· οὔτε ἀπέστη· ὥστε μὴ ἐκλῦσαι τὸν φόβον. Ὁρᾷς οὖν ἕκαστον μεμετρημένον, καὶ ἐξ ἐναντίων τὸ φάρμακον συγκείμενον, οἷόν ἐστι ἐπὶ τῶν ἰατρῶν. Τί γὰρ ἔδει μὴ ἐπαγαγεῖν; ἀλλὰ ῥᾳθυμότεροι ἐγένοντο ἄν. Ἀλλ' ἐπαγαγεῖν; ἀλλ' οὐδὲν ἂν ἐκέρδανον. Διὸ καὶ ἀφίστησι, καὶ μηχανᾶται πιστὰ εἶναι διὰ τῆς ὄψεως, κατασείων τὴν διάνοιαν αὐτῶν, καὶ τὸ ἔμψυχον τοῦ λόγου δεικνύς. Διότι ἰδοὺ ἐγὼ συγκαλῶ. Τῶν βασιλέων τὸν πόλεμον δηλοῖ ἐνταῦθα, τὸν τῶν Βαβυλωνίων. Οὐχ ἕνα βασιλέα, ἢ δεύτερον, ἀλλὰ πάντας. Ὅρα πῶς ἐφίστησιν αὐτοὺς τοὺς βασιλεῖς, ὡς οὐδὲ πολέμου καὶ μάχης οὔσης, ἀλλ' ὡς ἐπὶ προκειμένην ἡκόντων ἁρπαγὴν, ὡς ἐπὶ δούλους ἑτοίμους, ὡς ἐπὶ ἁλόντας καὶ χειρουμένους. Δύο ἐνταῦθα γίνεται· ὥστε μηδὲ τούτους νομίσαι, ἐκείνους εἶναι τοὺς ἰσχυροὺς, καὶ πείθοντας, [ἴσ. ἀλλὰ πειθομένους] ὅτι ὁ Θεὸς πάντα ἄγει καὶ φέρει· ἵνα [uidetur leg. κἀκείνους ἵνα] μὴ νομίσαντες, πάλιν αὐτόματον πόλεμον καὶ πολιορκίαν δηλοῦν, θήσωσι τοὺς θρόνους αὐτῶν οὐχ ὡς πολεμοῦντες, ἀλλ' ὡς ἀναπαυόμενοι. Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως. Μετὰ κρίσεώς μου διαλεχθήσομαι πρὸς αὐτοὺς, καὶ ἐλέγξας αὐτοὺς ἐπὶ τῇ παρανομίᾳ, οὕτως αὐτοὺς τιμωρήσομαι. Τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Οὐδὲ λέγω ἕτερον, ἀλλ' ὅτι ἀλλότριον· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' ὅτι προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν. Οὐδὲν οὕτως ἀνάξιον Θεοῦ, ὡς τὸ γενέσθαι· μάλιστα μὲν καὶ τὸ γενέσθαι, πολλῷ δὲ πλέον τὸ παρὰ ἀνθρώπων. Καὶ σὺ περίζωσαι. Σύμπραξόν μοι, συνέργησόν μοι. Τί ἐστι τὸ περίζωσαι; καθάπερ γὰρ ἰατρὸς μαθητῇ ἐπιτάττων πρὸς ἔργον μέγα· οὐ γὰρ ψιλὰ ἦν ῥήματα, οὐδὲ ἅπαξ εἰπεῖν ἔδει, οὐδὲ βραχεῖ χρόνῳ, τουτέστιν, Ἀνδρεῖος γενοῦ· παράταξίς σοι, μάχη καὶ πόλεμος οὐχ ὁ τυχών. Καὶ ἀνάστηθι. Οὐχ ὅτι ἐκάθητο· (πῶς γὰρ, τοιαῦτα ὁρῶν, καὶ τοιαῦτα ἀκούων;) · ἀλλὰ, Διέγειρον σαυτὸν, πρόσεχε τοῖς λεγομένοις, διπλῆς σοι δεῖ τῆς προσοχῆς, πρός τε τὰ παρ' ἐμοῦ λεγόμενα, πρός τε τὸ ἐκείνοις διαπορθμεῦσαι. Ἐνταῦθα μὲν νηπτικῶς, ἐκεῖ δὲ ἀνδρικῶς. Καὶ πολεμήσωσί σε. Ὥστε ἐξ ὧν πάσχεις, βλάπτειν μᾶλλον τοὺς ποιοῦντας, ἢ αὐτόν σέ τι ὑπομένειν ἄτοπον.