Ancient Greek · ~14 min
ΚΕΦΑΛ. ΙΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΙΓʹ.1
Not analysed yet
«Εἴη δὴ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν σοφία.» Χρυσοστ. καὶ Ὀλυμπ. Ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγεται, βέλτιον σιγᾷν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς, ἢ λέγων. Καλὸν γὰρ τοὺς τοιούτους σιωπᾷν, ἢ τοιούτοις ἐνάλλεσθαι ῥήμασιν· ἡ μὲν γὰρ σιωπὴ τούτων ὑπόνοιαν ἔχει σοφίας· ἐννεὸν γάρ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι· ἡ δὲ λαλιὰ παροξύνει τὸν πάσχοντα. Καὶ σὺ τοίνυν, ὦ φιλόθεε, ἐν τοῖς τοιούτοις λόγοις μὴ σαλεύου, μιμοῦ δὲ μᾶλλον τοὺς ἁγίους, εἰδὼς ὅτι σατανικαί εἰσιν αὗται ὑποβολαὶ, καὶ διάβολός ἐστιν ὁ ἐνεργῶν ἐν τοῖς ὀνειδίζουσιν, ἵνα σε τῆς πίστεως ἀφελκύσῃ, καὶ τῆς προθέσεως παύσῃ τῆς ἀγαθῆς. Οἶδε γὰρ ὁ πανοῦργος, ὅτι ὁ μὲν πόνος οὐδέν σε βλάπτει, ἀλλὰ μᾶλλον συνίστησι παρὰ τῷ Θεῷ· τὸ δὲ παύσασθαι τῆς προθέσεως, τοῦτο μεγάλως βλάπτει. Ὅσῳ οὖν μεγάλως σε πειράζει, τοσούτῳ μᾶλλον πρόκοπτε τῇ ἀρετῇ· καὶ ὅσῳ ὀλιγωρεῖν σε βιάζεται, τοσούτῳ μᾶλλον μακροθύμει, καὶ ὑπόμενε, καὶ λέγε, Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν οὕτω κραταιωθῇς πρὸς τοὺς πειρασμοὺς, ὁ μὲν διάβολος ἀποστραφήσεται εἰς τὰ ὀπίσω κατῃσχυμμένος, μνημονεύσει δέ σου ὁ τῶν ὅλων Δεσπότης, καὶ ἀναψύξει μὲν ὧδε διττῶς, ἀκούσῃ δὲ μετὰ ταῦτα, Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Μνήσθητι τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε ἐν εὐθυνίᾳ, μήτε ἐν πειρασμῷ περιτραπέντος, τοσαῦτα ἐν ἑκάστῳ πράγματι μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλὰ παρὰ Θεοῦ, καὶ μαρτυρηθῇ μέχρι νῦν, ὅτι πέπονθεν, ἵνα φανῇ δίκαιος τοῖς πᾶσιν. «Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν.» Ὥσπερ γὰρ οἱ τὰς σάρκας ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις, ἔχουσί τινα παραμυθίαν· οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος. Ὁρᾷς, ὅτι οὐχ ἑαυτὸν δικαιοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης διὰ τοῦ λόγου ἀνακτωμένου τὸ σῶμα, καὶ ἀνακουφίζοντος τὴν ψυχήν. «Ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.» Βούλομαι κριθῆναι, φησὶν, οὐ παραιτοῦμαι τὸ δικαστήριον, καὶ οἶδα ὅτι οὐ κατακριθήσομαι. Εἰς ἀκοὴν δὲ τῶν ὑπ' αὐτοῦ λεγομένων τοὺς φίλους παρακαλῶν, πρὸς πλείονα δυσώπησιν, διπλασιάζει τὴν παράκλησιν· ἑώρα γὰρ αὐτοὺς δυσανασχετοῦντας ἐπὶ τοῖς ἐλέγχοις, ἐφ' οἷς ἀπερικαλύπτως ἀκροωμένων αὐτῶν παῤῥησιάζεσθαι λέγει. Ὁ οὖν διπλασιασμὸς τοῦ, Ἀκούσατε, ἢ τὴν ἀθυμίαν παρίστησιν, ἢ προσοχὴν ἐνεργάσασθαι βούλεται, ἵνα βεβαίως ἀκούσωσιν. Ἔνεστι γάρ ποτε πληγείσης τῆς ἀκοῆς τῇ φωνῇ, διὰ τὸ μὴ προσέχειν τὸν νοῦν ἀκηκοέναι· διὸ καὶ ὁ Σωτὴρ διεγείρων τοὺς ἀκούοντας εἰς τὸ γνησίως ἀκούειν ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. «Ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας.» Καὶ τάχα εὐλαβῇ με, ἀγνοῶν τῆς φύσεώς μου τὸ εὐτελὲς, ὅτι φύλλου ἢ χόρτου ὑπ' ἀνέμου φερομένου μηδὲν διαφέρω. Τίνος οὖν ἕνεκεν, ὦ Δέσποτα, ἀπεφήνω κατ' ἐμοῦ τηλικαύτην ἀπόφασιν; Τὸ γὰρ, Κατέγραψας κατ' ἐμοῦ κακὰ, ἤγουν κακώσεις, ἐκ μεταφορᾶς τῶν βασιλέων, τῶν γράμματι τὴν ἀπόφασιν ἐκφερόντων. Τὸ δὲ, ἀντίκεισαί μοι, ἀντὶ τοῦ, ὡς ἀντικειμένῳ ἐπάγεις τὴν κόλασιν. Ἵνα εἴπῃ, ὅτι Ὡς ὁ δεσπότης καταστασιάζοντος οἰκέτου, μετ' ἐξουσίας τὴν κατ' ἐμοῦ ὥρισας τιμωρίαν, τοῦτο γὰρ, τὸ, Κατέγραψας· οὕτω δὲ ἔφη φυλάξας τῷ Δεσπότῃ τὸ πρέπον. «Ὃ παλαιοῦται ἴσα ἀσκῷ.» Πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. Τίνος δὲ ἕνεκεν ἀσκὸν παρήγαγε; Ὅτι κενός ἐστιν ὁ ἀσκὸς, πνεῦμα μόνον ἔχων· τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι Ἀσκός ἐσμεν πεφυσημένος. Μή μοι οὖν, φησὶ, τὸν ὄγκον ἴδῃς, μηδὲ τὸ δέρμα διαταθὲν, ἀλλ' ἐννόησον τὰ ἔνδον, καὶ ὄψει πολλὴν τὴν κενότητα. «Ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.» Διὰ τοῦ σητοβρώτου ἱματίου τὰ σωματικὰ πάθη δηλοῖ, οὐδὲν ἧττον τοῦ σητὸς διατρώγοντα τὰ σώματα καὶ κατεσθίοντα.