Ancient Greek · ~6 min
ΚΕΦΑΛ. ΙΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΙΔʹ
Not analysed yet
«Τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου, ἀλλ' οὐθεὶς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα, καὶ ἀπαλλαγῆναι ζητοῦντα, οὐ μόνον διὰ τὸ εὐτελὲς, οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον, οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι. «Χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη· ἄνθρωπος δὲ κοιμηθεὶς, οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συῤῥαφῇ, καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.» Τάχα δὲ, ὥσπερ ἐν τοῖς προλαβοῦσι καὶ φυτῶν ὠκυμορώτερος ὁ ἄνθρωπος ἀπεδείκνυτο, οὕτω κἀνταῦθα θαλάσσης καὶ ποταμοῦ ὀλιγοχρονιώτερος· οὔτε γὰρ θάλασσα, οὔτε ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος τοῦτο ὑπομένει. Εἴθε γὰρ τοῦτο ἦν, ὥστε ἀποθανεῖν ἡμᾶς, καὶ πάλιν ἀναζῇν, ἀλλ' οὐκ ἔστι τοῦτο. Θάλασσα μὲν γὰρ σπανίζεται, καὶ πάλιν πληροῦται, νῦν μὲν αὐξανομένη, νῦν δὲ λήγουσα, καὶ ποταμοὶ ξηραίνονται, καὶ αὖθις νάουσιν· ἄνθρωπος δὲ ἐπὰν ἀποθάνῃ, οὐκέτι πρὸς ζωὴν ἐπάνεισι. Καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. Ἔστι δὲ, κατ' ἀλληγορίαν, δένδρῳ ἐλπὶς, ἀντὶ τοῦ ἀνθρώπῳ. Ἐὰν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ, καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας, καὶ ἐν τῇ πέτρᾳ, ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας, ἢ ἐκ τοῦ δακρύου τῆς μετανοίας, ἀναβλαστήσει· ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτίᾳ ἐναποθανὼν, οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. Καὶ χρόνῳ μὲν τῷ μέλλοντι ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη· ὁ δὲ διάβολος, καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται· οἵγε μὴν τελευτήσαντες οὐκ ἐξαφανίζονται, περιμένοντες τὴν ἀνάστασιν.