Ancient Greek · ~4 min
ΚΕΦΑΛ. Ιϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. Ιϛʹ
Not analysed yet
«Νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρὸν, σεσηπότα.» Ὀλυμπ. καὶ Χρυσοστ. Οὐκ ἀρκεῖ, φησὶν, ὅτι κολάζομαι, ἀλλὰ καὶ ἀνόητος εἶναι δοκῶ· ἡ γὰρ τιμωρία κατέσκυλέ με, καὶ κατέκοψέ με, καὶ κατέσηψεν, ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. Ἢ τάχα κἀκεῖνο λέγει, ὅτι συνεχώρησεν ὁ Θεὸς τοὺς φίλους περὶ ἐμοῦ ὑπολαμβάνειν, ὅτι ἀνάλγητός εἰμι ἐν ταῖς συμφοραῖς· μωρὸν γὰρ ἐνταῦθα, ἀντὶ τοῦ, ἀναίσθητον, εἶπε· διὸ συνῆψε τούτῳ, τὸ, σεσηπότα, διὰ τὸ τὰ σεσημμένα τῶν μελῶν ἀφῃρῆσθαι τὴν αἴσθησιν. «Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.» Μονονουχὶ λέγει· Ἀκούσοι ταῦτα ὁ Θεὸς, ἴδοι ταῦτα ὁ Θεὸς, ἐπινεύσας τέ μου ταῖς ἱκεσίαις, καὶ δακρύοντα κατελεήσας, ἀνάσχοιτό μοι δικάσαι πεπονθότι κακῶς. Ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη, ἀοίδιμε· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, καὶ ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τίμια δάκρυα, διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησε. Γίνεται δὲ τὸ στάζειν ἔναντι Κυρίου τὰ δάκρυα τοῖς μακαρίως κλαίουσιν.