Ancient Greek · ~8 min
ΚΕΦΑΛ. ΙΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΙΕʹ
Not analysed yet
«Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;» Ἐπειδὴ εἶπεν, ὅτι Κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστι· καί· Οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν· ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει. Ἰδοὺ γὰρ, φησὶν, ὁ σοφὸς, καὶ λέγων πάντα εἰδέναι, οἷα ἀποκρίνεται. Ἐνέπλησε δὲ πόνον γαστρὸς, τουτέστι, Πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται, καὶ πάθους γέμει. Ἐντρεπτικῶς δὲ ταῦτα λέγει πρὸς τὸν Ἰὼβ, δύο κατηγορῶν αὐτοῦ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν· ἔπειτα δὲ καὶ Ἃ ἐλάλησας, ὡς ἐλέγχων ἡμᾶς, καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείας, καὶ τὴν τοῦ νοῦ γαστέρα πλησσόμενος (τοῦτο γὰρ δηλοῖ· Ἐνέπλησε πόνον γαστρὸς), ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς, καὶ εἰς οὐδὲν δέον· ὧν οὐδέτερον ὁ σοφὸς ποιεῖ, ἀλλὰ τοὐναντίον ἅπαν, καὶ ἀπόκρισιν δίδωσι συνετήν· κἂν ὡς ζηλωτὴς περιαλγήσῃ τοῦ ἀληθοῦς, καὶ ἐξελέγχειν τινὰς βούληται, οὐ προφέρει λόγους ἀνηνύτους, καὶ οὓς οὐ δεῖ, ὥστε ἐκπλῆσαι πόνον γαστρὸς, οὐδὲ πικρῶς διαλέγεται, ὥστε ἐκπλῆσαι τὸν πόνον καὶ τὸν καύσωνα τῆς ἑαυτοῦ διανοίας, ὅπερ σὺ πεποίηκας. «Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι.» Ἐπειδὴ ὁ Ἰὼβ εἶπε· Τίνες εἰσὶν αἱ ἁμαρτίαι μου, δίδαξόν με· τούτου χάριν πλῆθος ἁμαρτιῶν αὐτῷ ὀνειδίζει ὁ Ἐλιφὰζ, καί φησιν· Ἴσθι ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων, ἐλαφρῶς ἐτιμωρήθης, καὶ οὐκ ἀνταξίαν τῶν πλημμελημάτων δέδωκας τὴν δίκην. Εἶτα ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτὸν πειρᾶται κρίνειν, λέγων· «Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος.» Τουτέστιν, Ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτως δεῖ παθεῖν πάντας. Καὶ θαυμαστὸν, φησὶν, οὐδέν· οἰκτρὸν γὰρ ἁπάντων τῶν ἀσεβῶν τὸ τέλος, τουτέστι, δεῖγμα τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, τουτέστι, τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς. Ὡς γὰρ τὴν εὐημερίαν σημεῖον δικαιοσύνης ἐτίθετο, οὕτω καὶ τὴν δυσπραγίαν, φαυλότητος γνώρισμα. Ἢ μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστι, δῆλος, καταφανὴς, οὐδενὶ ἄγνωστος. Εἰ δὲ βούλει, καὶ ὧδε νόησον, Ὅτι ἡ τῆς κακίας τελεσιουργία θάνατον ἀπεργάζεται, οὐ τὸν κοινὸν, ἀλλὰ τὸν τῆς κολάσεως.