Ancient Greek · ~2 min
ΚΕΦΑΛ. ΚΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΚΒʹ
Not analysed yet
«Ἢ λόγον σου ποιούμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;» Οὕτως ἐστὶ φιλάνθρωπος, ὥστε καὶ κρίνων ἡμᾶς ἐπιτρέπει λέγειν πρὸς αὐτὸν, ὡς μεθ' ἡμῶν κρινόμενον, περὶ ὧν βουλόμεθα. Φησὶ γοῦν ἐν Ἡσαΐᾳ· Δεῦτε, καὶ διελεγχθῶμεν· Τὸ δὲ, διελεγχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐξελέγξαι, ὡς μὴ τὰ δέοντα πεποιηκότα, λέγε· Κἀγὼ ὅ τί ποτε ἔχω ἐρῶν, πείσω σε καταδικάζων σε ἄξιον εἶναι τοῦ καταδικασθῆναι.