Ancient Greek · ~13 min
ΚΕΦΑΛ. ΚΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΚΓʹ.1
Not analysed yet
«Τίς δ' ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος; [Ὁ δὲ Σύμμαχος, Ἕως τῆς ἕδρας αὐτοῦ.] Εἴποιμι δὲ ἐμαυτοῦ κρῖμα· [Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος, Προσθήσω ἔμπροσθεν αὐτοῦ κρίσιν.] Τὸ δὲ στόμα μου ἐμπλῆσαι ἐλέγχων, γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ. [Ὁ δὲ Σύμμαχος, Ῥήματα.] Αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ, καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι. [Ὁ Σύμμαχος, Διαδικάζεταί μοι.] Εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. [Ὁ Σύμμαχος, Μόνον αὐτὸς μὴ ἐπιτιθέσθω μοι.] Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρῖμά μου.» Τὸ μὲν ἐκ τοῦ λόγου συναγόμενον τοῦτό ἐστι· Τίς ἄρα μοι δῴη τὸν Θεὸν ἀκούοντά μου, καὶ ἀποκρινόμενόν μοι; ἐδικαίωσε γὰρ ἄν με. Τὰ δὲ κατὰ μέρος· Εἴθε ἦν, φησὶν, εὑρεῖν τὸν Θεόν· εἴθε ἦν ἄχρι τοῦ θείου θρόνου ἐλθεῖν, καὶ παραστῆναι, καὶ ἐντυχεῖν αὐτῷ, καὶ δικάσασθαι, καὶ τὴν ἐκεῖθεν ἀπόφασιν δέξασθαι· εἴθε παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα γεγονὼς, ἀπωλοφυράμην πάντα τὰ κατ' ἐμὲ ἃ πέπονθα, εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένα· ἵνα ἐπ' αὐτοῦ λέγων, ἅ τε ἔπραξα, καὶ ἃ πέπονθα, τῇ πείρᾳ μάθω ποίαν ἐκφέρει τὴν κρίσιν, καὶ τί πρὸς ταῦτα λέγει ἴαμα τῆς ἐμῆς ἀπορίας· καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί με σφοδρότερον τιμωρούμενος, ἢ ἀνίησι τῆς ἀπειλῆς. Εἰ γὰρ καὶ πολλῇ ἰσχύϊ χρήσεταί μοι, καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα ὅτι ἀλήθεια παρ' αὐτοῦ ἐστι, καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι, τὰς κρίσεις ἐξάγει· καὶ πέπεισμαι, εἴγε τούτῳ ἐνέτυχον, ὡς τὴν νικῶσαν ἂν καθ' ὑμῶν ἔλαβον ψῆφον· τὸ γὰρ, Εἰς τέλος, ἀντὶ τοῦ, τετελειωμένην, λέγει· παρ' Ἑβραίοις γὰρ τὸ τέλος, καὶ ἡ νίκη, διὰ μιᾶς σημαίνεται λέξεως· διὸ ἔν τισι τῶν ψαλμῶν, ἀντὶ τοῦ, Εἰς τέλος, Τῷ νικοποιῷ, ἐπιγράφεται. Ἤθελον οὖν, φησὶ, μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν ὁ Θεὸς, καὶ εἰ ἔμελλέ με ὁμοίως κολάζειν. Ταῦτα δὲ λέγει, οὐχ ὡς καταγινώσκων τοῦ Θεοῦ ἀδικίαν, ἀλλ' ὡς φίλους ἐλέγχων, οὐχ ὑγιῆ τὴν περὶ αὐτοῦ ὑπόληψιν ἔχοντας. Ὁρᾷς πῶς ἐπέτυχεν οὗπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ, καὶ θείας ἔτυχεν ὁμιλίας καὶ ἀποκρίσεως. «Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησεν.» Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἀεὶ ἐσπούδασα ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; Ἃ μὲν γὰρ ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστι· κρατείτω δὲ ὅμως τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. Εἰ γὰρ καὶ δικαιοπραγοῦντά με κατέκρινε, καὶ ταῦτά με παθεῖν ἐδοκίμασε, τίς ἂν ἀντειπεῖν ἔχοι; ἦ πάντως οὐδείς· συντρέχουσαν γὰρ ἔχει τῇ θελήσει τὴν δύναμιν, καὶ τὸ δόξαν αὐτῷ γίνεται. Μὴ ἀπαίτει με λόγους τῆς θείας προνοίας· ἓν οἶδα, ὅτι οὐδὲν ἐμαυτῷ σύνοιδα· εἰ δὲ ἐν δεινοῖς ἐξετάζομαι, οὐκ ἀνακρίνω τὴν τοῦ Θεοῦ οἰκονομίαν, ἀλλὰ τὸν λόγον ἀγνοῶν, φημὶ, ὅτι ὃ ἠθέλησεν ἐποίησε, καὶ κάτω κύπτων προσκυνῶ, μηδὲν πλέον περιεργαζόμενος. «Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ, κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.» Οὐχ ἥμαρτον, φησί· καὶ τί τοῦτο; Οὐ γὰρ μόνον δι' ἁμαρτήματα ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τούτων χωρίς. «Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με· οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.» Οὐ γὰρ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, Πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.