Ancient Greek · ~3 min
ΚΕΦΑΛ. ΚΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΚΕʹ
Not analysed yet
«Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει· Τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ;» Ἐντεῦθεν ἄρξομαι, φησὶ, τοῦ λόγου, καὶ προοιμιάσομαι. Πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς δυνήσεται τὴν χεῖρα ἐκείνην διαφυγεῖν. Πρός γε μὴν εἰρηκέναι τὸν Ἰώβ· Τίς γὰρ ἂν γνοίη ὅτι πορεύσομαι πρὸς αὐτόν; φησὶν, ὅτι πρὸ πάντων καὶ τὸ μνησθῆναι Θεοῦ φοβερόν. «Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;» Ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν· Ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· καὶ, ὅτι Εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι· πρὸς τοῦτο πάλιν οὗτός φησιν, ὅτι Οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις, οὐδὲ καθαρὸς καθόλου, ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.