Ancient Greek · ~29 min
ΚΕΦΑΛ. ΛΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΛΑʹ.1
Not analysed yet
«Διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον.» [Ὁ δὲ Σύμμαχος, Καὶ οὐδὲν ἐνενόησα περὶ παρθένου.] Εὐαγγελικὴν ἀκρίβειαν ὁ Ἰὼβ ἐφύλαττεν· ἃ γὰρ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα οὗτος διὰ τῶν πραγμάτων κατώρθου. Καὶ ἐπειδὴ ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι. Τί ἂν εἴποιεν οἱ τὰς συνεισάκτους ἔχοντες, καὶ διαβεβαιούμενοι ἀπαθῶς αὐταῖς συνοικεῖν, καὶ μὴ βλάπτεσθαι; ὅπουγε εἰ καὶ τοῦτο ἦν, ἔδει τῶν σκανδαλιζομένων φείδεσθαι· ἔστω γὰρ σὲ καὶ συνοικοῦντα παρθένῳ καθαρὸν εἶναι πάσης ἐμπαθείας πονηρᾶς, ἀλλ' ἑτέρους πλήττεις ἀσθενεστέρους. Καίτοιγε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμα ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν· ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος, καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρόν· ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόῤῥω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μὴ ἰδεῖν· Διαθήκην γὰρ, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον, τουτέστιν, Οὐ κατανοήσω, οὐ βλέψω· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν, δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην. Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοιγε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα· ἐννόησον τὸν μακάριον Παῦλον, τὸν μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν ὑποπιάζοντα τὸ σῶμα, καὶ δουλαγωγοῦντα, καὶ ἐναγώνιον τὸν βίον δεικνύντα. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις· ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει, τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησε· καὶ οὐκ ἐνομοθέτησεν ἀγαμίαν, ἀλλὰ δηλῶν τοῦ πράγματος τὴν φύσιν, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω. «Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον.» Ὁρᾷς πῶς οὐκ ἦν ὑπερόπτης, πῶς μέτριος, πῶς κοινὸς ἁπάντων ἰατρὸς, καὶ κοινὸς λιμὴν, καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων, ἥν ποτε εἶχον χρείαν, φησὶν, οὐχὶ τὴν μὲν ναὶ, τὴν δὲ οὔ· ἀλλ' οἵαν δήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. Καὶ ὅρα, τούτοις ἐβοήθει παρ' ὧν οὐδὲν προσεδόκα, χήραις, καὶ ὀρφανοῖς, καὶ ἀδυνάτοις. «Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.» Ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ δικαίου φιλανθρωπία· τί δ' ἄν τις εἴποι τὴν τῶν χρημάτων ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθοῦτο· οὐ γὰρ δὴ μόνον τῶν ἀλλοτρίων οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ' οὐδὲ τῶν οἰκείων, ἀλλὰ καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· «Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου. [Ὁ δὲ Σύμμαχος, Ἀφοβίαν μου.] Εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου.» Διὰ δὴ τοῦτο, καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας· καὶ παρόντων, δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο· πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε· καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο, τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος, ὁ τοσαῦτα ἔχων· πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. «Εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου.» Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν ὁ Ἰὼβ σφόδρα ἀντείχετο, ἄκουσον τί φησιν· Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ μοι πλούτου γενομένου. Τί λέγεις, ἄνθρωπε; Οὐκ εὐφραίνου τοῦ πλούτου ἐπιῤῥέοντος; Οὐδαμῶς, φησί. Τί δήποτε; Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ παραῤῥέον, ᾔδειν ὅτι τὸ κτῆμα οὐ μόνιμον. «Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα, ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; Οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα, δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα· πῶς οὐκ ἐσχάτης ἀνοίας, τὰ ἐπίγεια εἶναι νομίζειν μόνιμα καὶ πεπηγότα; Διὰ τοῦτο, οὔτε παρόντων εὐφραίνετο, οὔτε ἀπελθόντων ἤλγησεν, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν. Τὸ λαμπρὸν τοῦτο φῶς ἀπόλλυται, καὶ ἀφανίζεται, καὶ οὐχ ὁρᾶται. Ὁρᾷς οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων· ἄρα ἀρκεῖ καὶ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. Ὅταν ἴδῃς ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν· ὅταν ἴδῃς ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. Εἰ γὰρ ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λέγει, καὶ μειοῦται, καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα· εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα. «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος;» Ἆρα οὖν ταπεινὸς μὲν οὗτος ἦν, οὐχὶ δὲ ποθητὸς καὶ ἐπέραστος; Σκόπει κἀνταῦθα τὴν ὑπερβολήν· ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος· οὕτω καὶ ἥμερος, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας ἐδείκνυτο· ἐντεῦθεν γὰρ ἐπιείκεια ἅπασα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ, καὶ μὴ βίαιος· ἔλεγον οὖν οἱ θεράποντες· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον, διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν [καταπιεῖν καὶ καταφαγεῖν], διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι· οὕτω λίαν ἤμην ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκὺς, ὡς εἰ οἷόν τε ἦν καὶ αὐτῶν μου τῶν σαρκῶν ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. «Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» Τοῦτο τῆς φιλοξενίας, καὶ Ἀβραμιαίας εὐγενίας τὸ ἐπίσημον. Κοινὴν, φησὶν, ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ Δεσποτικά. Ὁ Κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις τὸ σιτομέτριον. Εἶδες τὸ ταπεινὸν, εἶδες τὸ φιλάνθρωπον, εἶδες τὸ χρηστὸν, εἶδες τὸ δαψιλὲς, ὅτι κοινὸν ἦν ἀγαθὸν, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας. Οὐ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς λαμβάνοντας, ἐποίει τοῦτο· ἀλλ', Ἡ θύρα μου, φησὶ, παντὶ ἠνέῳκτο, καὶ οὐδεὶς ἔξω ηὐλίζετο. «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν.» Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τῶν μὲν οὖν κατορθωμάτων, φησὶν, οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας· διὸ οὐ διετράπην πολυοχλίαν πόλεως ἐπ' αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. «Εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ· τίς δῴη ἀκούοντά μου;» Ὃ λέγει τοῦτό ἐστιν· Εἰ παρεβλεψάμην τὸν δεόμενον, μηδὲ ἐμοῦ τις ἀκουσάτω. Ὅρα δὲ, οὐκ εἶπεν, ὅτι Ἐλθόντι ἔδωκα, ἀλλ', Οὐδὲ μὴ βουλομένῳ συνεχώρησα. Βίαν ἐπῆγε τοῖς καὶ ἑκουσίως βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. Ὅσην τοίνυν οἱ πένητες σπουδὴν ἐποίουν διενοχλοῦντες τοὺς δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο διενοχλῶν τοὺς εὖ παθεῖν ὀφείλοντας, καὶ οὐκ εἴα ἐξελθεῖν κόλπῳ κενῷ· οὐ γὰρ μόνον ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος, ἀλλὰ πρὸς τῷ τρέφειν, καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχε πλουσίως καὶ ἱλαρῶς.