Ancient Greek · ~8 min
ΚΕΦΑΛ. ΛΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΛΒʹ
Not analysed yet
«Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ, ὁ Βουζίτης, εἶπε· Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.» Ἑκατέρωθεν οὖν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς, ἀπό τε τῆς διαλέξεως. Ἵνα γὰρ μή τις εἴπῃ· Καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ Θεοῦ; ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ' ὑμῶν λέγεσθαι, ἡσύχαζον. Ὅρα πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις. «Καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.» Ἢ οὖν τοῦτό φησιν, ὅτι Οὐδὲ τότε ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε, ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Πάντως δὲ, φησὶν, οὐκ ἂν εἴποιτε, ὅτι Αὐτὸ τοῦτο σοφὸν ἐποιήσαμεν, ὅτι τῇ τοῦ Θεοῦ μερίδι προσετέθημεν, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους ἀνεδεξάμεθα· οὐδὲν γὰρ ἧττον ἡμάρτετε, ὅτι τε τὸν Ἰὼβ ἐλέγξαι οὐκ ἠδυνήθητε, καὶ ὅτι ἠνέσχεσθε αὐτοῦ τοιαῦτα λαλοῦντος, ὥστε ἄσοφον ὑμῶν καὶ τοῦτο· καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε συνηγοροῦντες αὐτῷ· νενίκησθε γὰρ ὑπὸ Ἰώβ. «Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι· ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους· ὑπέμεινα· οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.» Φασί τινες, μὴ εἶναι τοὺς δύο στίχους τούτους τοῦ Ἐλιοὺς, ἀλλὰ τοῦ συγγραφέως, διαμέσου παραθέντος τὴν τῶν φίλων ἀποσιώπησιν· ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιοὺς, σχῆμα δὲ ἐνταῦθά ἐστι λόγου, τὸ καλούμενον, κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον μεταξὺ διαλεγόμενος, περὶ αὐτῶν φησιν, ὅτι Διὰ τοῦτο λαλῶ, ἐπειδήπερ οὗτοι κατεπλάγησαν τοῦ Ἰὼβ τὰ ῥήματα, καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς, καὶ σαπροὺς, καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς· ὅθεν καὶ ἐπάγει· Ἐγὼ δὲ ὑπέμεινα, καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντειπεῖν· ἐπεὶ δὲ ἔστησαν, καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν, τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, παρῆλθον διελέγξαι τὰ εἰρημένα. «Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. [Ὁ δὲ Σύμμαχος, Ὥσπερ οἶνος νέος ἀδιάπνευστος.] Ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.» Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία· ὅπερ ἐστὶ μάλιστα σοφίας ἔργον, δύνασθαι ῥήματα κατασχεῖν.