Ancient Greek · ~30 min
ΚΕΦ. Γʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦ. Γʹ.1
Not analysed yet
«Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.» Πολυχρονίου καὶ Χρυσοστόμου. Ἀκριβῶς δὲ κεῖται τὸ, μετὰ τοῦτο. Πολλοὺς μὲν γὰρ ὁρῶν, ὡς αὐτὸν ἀφικνουμένους, καὶ πάλιν ἀπιόντας, ἔμενε καρτερῶν ἐν τοῖς πάθεσιν· ἐπεὶ δὲ τοὺς περὶ Ἐλιφὰζ ἐθεάσατο γνησιότητι παραγενομένους, ἐπιπολύ τε προσμένοντας· οἳ καὶ ὅτι δεινὰ τὰ συμβεβηκότα διὰ τῆς σιγῆς ἐμαρτύρουν· οὐ γὰρ ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκε· τότε δὴ φορτικὸς λοιπὸν αὐτοῖς ἔσεσθαι ἡγησάμενος διὰ τὴν σιωπὴν, λύει ταύτην. Ἴδωμεν οὖν, τί ἀνοίξας τὸ στόμα φθέγγεται. «Καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων· Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾖ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν.» Μὴ οὖν ἁπλῶς τὰ ῥήματα ἐξετάζωμεν, ἀλλ' ὅτι καὶ ἐξ ἀθυμούσης ψυχῆς λέγεται, ἴδωμεν· εἰ γὰρ μηδὲ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. «Νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος, καὶ σκιὰ θανάτου.» Ὁρῶν ὁ δίκαιος, ὡς ἡ βαρύτης τῶν συμβάντων, ἐκάλεσε τοὺς φίλους, καὶ τῆς πληγῆς τὸ φορτικὸν ἐννοῶν, καὶ τὸ παρακαθῆσθαι αὐτοὺς ἐπὶ πολὺ κρίνων ἐπαχθὲς καὶ ὡς οὐκ ἐπὶ τούτοις τὸ πρότερον αὐτοῖς συνεγένετο· καὶ ὡς ἔπος εἰπεῖν πάντα, ὁρῶν εἰς τοὐναντίον αὐτῷ περιστάντα, οὔτε ἀπωθεῖται αὐτοὺς ἐμπληκτῶς, ἄτοπον εἶναι νομίζων τοὺς ἐπὶ τιμῇ ἐληλυθότας, τούτους ὕβρει ἀποπέμψασθαι, οὔτε ἁπλῶς ἀπιέναι παρακαλεῖ, αἰδούμενος αὐτῶν τὴν φιλίαν. Ἀλλὰ πάντα ταῦτα ἐννοῶν, καὶ ὑπὸ πάντων δακνόμενος, ἐπὶ τούτους ἧκε τοὺς λόγους τρόπον τινὰ τοῖς φίλοις ἀπολογούμενος· ὡς ἐθέλοι μὲν διαλέγεσθαι, οὐ δύναται δὲ τῷ πλήθει τῶν δεινῶν βαρυνόμενος. Τί δὲ λέγει; Ἡ νὺξ ἐκείνη εἴη σκότος, τουτέστιν, ἐν ἀγνωσίᾳ εἴη μὴ μνημονευομένη, μηδ' ἀντιποιήσαιτο αὐτῆς ὁ Κύριος, μηδὲ γένοιτο ἐν καταλόγῳ νυκτῶν. Ἐπειδὴ γὰρ οὐ περὶ ὑφεστώσης φύσεως διελέγετο, ἤ τινος ζώου, θάνατον, ἢ φθορὰν οὐκ ἐπηύξατο, ἀλλὰ τοῦ ἐναντίου τῆς ἡμέρας παράτασιν ἔχειν· οἱονεὶ μεσολαβηθεῖσα ἡ ἡμέρα, ἑκατέραις ταῖς νυξὶ τῇ παρατάσει τοῦ σκότους, εἰς λήθην ἔλθοι τοῖς ἀριθμεῖν βουλομένοις. «Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;» Ὥσπερ οὖν ὁ Χριστὸς εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά· οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων· Εἴθε μὴ ἐγεννήθην, ἢ γεννηθεὶς εὐθὺς ἀπωλόμην, ὡς σύνδρομον εἶναι τῇ γεννήσει τὸν θάνατον, οὐ τῆς δημιουργίας τοῦ Θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. Ὅρα δὲ τὴν εὐλάβειαν, ὡς ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει, οὐ τολμῶν ὑπερβῆναι τοῦτον τὸν ὅρον, ἀλλ' ἀεὶ ταῦτα λέγων, ἡ ἡμέρα, καὶ ἡ νύξ· ἵνα εἴπῃ, ὅτι, Τέως τῶν παρόντων οὐκ ἐπειρώμην κακῶν, κἂν μὴ μισθὸν τῆς εὐσεβείας ἐκομιζόμην. «Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην.» Ἐμοὶ δὲ δοκεῖ καὶ τοὺς φίλους καταστέλλειν, καὶ πείθειν, μὴ μέγα τι νομίζειν εἶναι τὰ ἀνθρώπινα. Ὅρα οὖν καὶ ἐν τῇ συμφορᾷ τῆς φιλοσοφίας ῥήματα. «Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.» Ἀλλὰ τί λέγεις; ἀσεβὴς ἐγὼ καὶ πονηρός, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; Εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν· οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας, καὶ τὸ μέγιστον, ὅτι οὐδ' ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσομένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως, διότι πάντων ἐστὶ λύσις τῶν δεινῶν. «Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.» Πρὸς δὲ διάνοιαν, ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου. Οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνευματικὰ τῆς πονηρίας, κρείττονες γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς, τουτέστι τοῦ διαβόλου, ὃς τοὺς ὑπ' αὐτοῦ προαιρετικῶς γεγονότας, ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ, τὸ πράττειν τὰ αὐτῷ καταθύμια. Ἀλλ' οἱ δίκαιοι ἐπειδήπερ αὐτοῦ οὐκ ἤκουσαν, ὥστε τὰ φαῦλα πράττειν, ταύτητοι ὁμοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εὐθηνοῦνται. «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.» Πολλὴ, φησὶ, κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐλευθερία καὶ ἰσοτιμία· οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι μεταβολὴν, καθάπερ ἐνταῦθα· κακῶν ἐστιν ὁ θάνατος ἐμπόδιον, ταλαιπωρίας λύσις. Τὰ δοκοῦντα εἶναι δεινὰ, λέλυται· καὶ ὁ πάλαι δεδοικὼς τὸν ἑαυτοῦ δεσπότην, ἐκεῖ οὐ φοβεῖται. Πάντες ἐκεῖ τυγχάνουσι, μικρός τε καὶ μέγας, τουτέστιν, καὶ ὁ ἐν ἀξίᾳ, καὶ ὁ ἐν ταπεινότητι. «Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;» Χρυσοστόμου καὶ Πολυχρονίου. Κἀνταῦθα τοίνυν οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥήματα, μὴ γένοιτο· τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα, οὐχ ὁμοίως ὑποληπτέον· ἀλλ' ἀλγοῦντος, καὶ ζητοῦντος, διὰ τί οἱ ἐν συμφοραῖς ἐξετάζεσθαι μέλλοντες, εἰς τὸν βίον παρέρχονται; τοῖς μὲν γὰρ λοιποῖς, ἢ κατὰ τὸν βίον λαμπροῖς, ἢ ἐν ὑγείᾳ σώματος οὖσι, φέρει τινὰ παραμυθίαν ἡ εἰς κοινὸν αὕτη διατριβή· οἱ δὲ τούτων μὲν οὐδενὸς μεθέξοντες, ταλαιπωροῦντες δὲ κατὰ τὸν βίον μόνον, οὐκ οἶδ' ὅ τι τὸ κέρδος εἰς ζωὴν παρερχόμενοι ἕξουσι, καὶ οἱ μὲν ἄλλοι ἴσως τι καὶ ὠφελοῦσι τὸν βίον, οὗτοι δὲ τί; Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχὶ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός· ἐπάγει γοῦν· «Οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς· περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι.» Διὰ τοῦτο φησὶ, Καιρὸς τῷ παντὶ πράγματι. Καὶ πάλιν, Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὑτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. Καὶ αὖθις, Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ, καὶ ἐλασσουμένῳ ἐν ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν. Διὰ τοῦτο καὶ ὁ Ἰὼβ ἐν συμφοραῖς ὢν ἐπιθυμεῖ τοῦ θανάτου, καὶ ταῦτα λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ, Εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα, μὴ νομίζῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. Ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος ἑαυτῷ, καὶ μέγα τι νομίζων ἀγαθὸν, τὸν θάνατον, παρὸν αὐτὸν εὑρεῖν, οὐκ ἐτόλμησεν. «Θάνατος ἀνδρὶ ἀνάπαυμα· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ.» Ἀπόφασίς ἐστιν αὕτη· Εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ Θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὸν ἐποίησεν, ἵνα μὴ ἐπιτρέχωμεν τῷ θανάτῳ. «Φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι.» Τοῦτο ἄρα τὸ αἴτιον ἦν, τὸ ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, τὸν δίκαιον στῆναι γενναίως, ὅτι ὅτε ἐπλούτει, προσεδόκα πενίαν· ὅτε ὑγίαινεν, ἤλπισε νόσον· ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπισεν ἔσεσθαι· καὶ τοῦτον ἀεὶ τὸν φόβον παρ' ἑαυτῷ, καὶ τὴν ἀγωνίαν ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκηρον αὐτῶν ἀναλογιζόμενος· διὸ καὶ ἔλεγεν, Φόβος ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Καὶ καλῶς εἶπε, συνήντησέ μοι, ὡσανεὶ ἔλεγε, Πρὸς ὃν ἀεὶ τοῖς λογισμοῖς ἠρχόμην· ἀεὶ γὰρ τῇ διανοίᾳ πρὸς αὐτὸν ἐβάδιζεν, ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν. Εἰ γὰρ καὶ ἐν πλούτῳ, καὶ τρυφῇ, καὶ περιφανείᾳ πολλῇ ζῶν διετέλεσεν, ἀλλὰ τὰς ἀλλοτρίας καθ' ἑκάστην ὠνειροπόλει συμφοράς· διὰ τοῦτο οὐδὲν αὐτὸν ἐθορύβει προσπιπτόντων μεγάλων καὶ ἀφορήτων. «Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή.» Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὔτε ἡσυχάζω· ἀλλ', Οὐκ εἰρήνευσα, ἐν τῷ παρελθόντι χρόνῳ· εἰ γὰρ καὶ τὰ προγεγονότα τρυφᾷν ἐποίει, ἀλλ' ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα ἡσυχάζειν, οὐδὲ ἐντρυφᾷν τοῖς παροῦσι. Διὰ τοῦτο, ἅπερ ἐμελέτησε διὰ τῶν λόγων, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα, γενναίως ἤνεγκε τὰ πάλαι μελετηθέντα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα ταῦτα παρόντα βλέπων, οὐκ ἐξενίζετο, οὐδὲ ἐθορυβεῖτο· ἀλλ', Ἦλθέ μοι, φησὶν, ἡ προσδοκωμένη ὀργὴ, τουτέστιν, ἡ πικρὰ καὶ ἀνήκεστος τιμωρία, ἧς ἐπειράθην, ἣν καὶ πρὸς τῆς πείρας ἐμελέτων.