Ancient Greek · ~14 min
ΚΕΦ. Δʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦ. Δʹ.1
Not analysed yet
«Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;» Κόπον οἶδεν ἡ Γραφὴ τὴν ἁμαρτίαν λέγειν· ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Φησὶν οὖν ὁ Ἐλιφὰζ, Ὅρα, ὦ Ἰὼβ, μήποτε ἐλάλησάς τι ἐν ἁμαρτίᾳ, καὶ διὰ τοῦτο νῦν οὕτω πάσχεις. Οὐκ εἶπε δὲ, Μὴ πέπρακταί σοι· ἀλλὰ, Μὴ λελάληταί σοι· ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ, καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχε. Μὴ τοῦτο, φησὶν, εἴπῃς, εἰ καὶ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν. «Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας· νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ ἐσπούδασας.» Χρυσ. καὶ Πολυ. Οὐκ εἶπε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἐνῆν γὰρ ἀντιθεῖναι τὴν πενίαν· ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μάχεται, φησὶ, τῇ παλαιᾷ ὑπολήψει τὰ παρόντα· ὁ γὰρ πολλάκις ἄλλους ἀναῤῥώσας τοῖς λόγοις, καὶ μονονουχὶ πεπτωκότας διαναστήσας, ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος, τί πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ; ἀλλὰ ἐσπούδασας, τουτέστι, τεθορύβησαι. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ τοὺς θορυβουμένους σπεύδειν. Καίτοιγε ἐχρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον τῶν λόγων, καὶ τούτους αἰδούμενον, μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ καὶ ἐν ταῖς αὐτοῦ συμφοραῖς φιλοσοφεῖν. Ἐπιτήρει δὲ, ὡς, πρὸς ταῖς ἄλλαις ἀρεταῖς, μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφὰζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα, καὶ τὸν παρακλητικὸν μετὰ θείας χάριτος προσέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. Ταῦτα μὲν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα· τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. Ἄκουε γάρ· «Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; καὶ ἡ ἐλπίς σου, καὶ ἡ κακία τῆς ὁδοῦ σου;» Ὁ δὲ Ἀκύλας, Ἡ ὑπομονή σου, καὶ ἡ ἁπλότης τῶν ὁδῶν σου. Μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ εἶπε, Φόβος ὃν ἐφρόντισα ἦλθέ μοι, φησὶν, ὅτι Οὗτος ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν· ἀνόητον γὰρ, ἀγαθὸν ὄντα τοιαῦτα προσδοκᾷν· ὥστε σεαυτὸν ἤλεγξας, ὅτι βίου ἦς πονηροῦ· εἰ γὰρ ἐθάῤῥεις ἐπὶ καθαρότητι, μάταιος ὁ φόβος. «Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται· ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.» Τὸ δὲ, ἀπὸ προστάγματος Κυρίου, Μὴ νομίσῃς, φησὶ, δαιμόνων εἶναι πονηρῶν, μηδὲ ἀνθρώπων ἐπιβούλων, τὰ συμβεβηκότα. Θεός ἐστιν ὁ κολάζων, οὔκουν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν; «Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου.» Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. «Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν.» Καλῶς δὲ εἶπε τὸ, ἐπενόησε· τὴν γὰρ σοφίαν αὐτοῦ διὰ τούτου δείκνυσιν, ἵνα μὴ τὸ τῆς φύσεως αὐτοὺς μεγαλεῖον ἐπάρῃ, ἀλλὰ διαπαντὸς ὦσιν ὑποτεταγμένοι τῷ Θεῷ. Εἴ γε καὶ Κατ' αὐτῶν σκολιόν τι ἐπενόησε, τουτέστιν, Ἐκόλασεν αὐτοὺς ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον. «Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσί.» Τὸ οὖν, Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, ἀντὶ τοῦ, εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρε. Τὸ δὲ, ἐνεφύσησε, τουτέστιν, οὐκ ἐδεήθη καμάτου, ἀλλ' ἠβουλήθη μόνον, καὶ τέλος ἔσχε τὰ κατ' αὐτούς. Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν ὀργιζομένων, οἳ ἔθος ἔχουσιν, ἀντὶ ἐπιτιμήσεως τῷ ἐμφυσήματι κεχρῆσθαι. Τὸ δὲ, Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσὶν, εἶπεν, ἢ διὰ τὸ τὸν Ἰὼβ αὐθημερὸν ἅπαντα ὑποστῆναι· ἢ ὥστε δεῖξαι, ὅτι οὐ δεῖται χρόνου Θεὸς, τοὺς ἀσεβεῖς τιμωρούμενος.