Ancient Greek · ~3 min
ΚΕΦΑΛ. Ζʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Ζʹ
Not analysed yet
Περίθου αὐτοὺς τοῖς δακτύλοις. Δάκτυλοι μὲν, τὰς μερικωτέρας πράξεις δηλοῦσιν· ἡ δὲ χεὶρ, ἐπὶ τῆς ὁλοσχεροῦς τάττεται πράξεως· φησὶν οὖν, ὅτι καὶ τῶν λεπτῶν μέχρι ἐργάζου τὴν ἀρετήν· οὕτως γὰρ πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς τὴν τῶν ἀρετῶν ὑποδοχήν· ὃ τοῖς Κορινθίοις οὐκ ἔχουσι παρῄνει Παῦλος, Πλατύνθητε, λέγων, καὶ ὑμεῖς. Ἀδελφὴ ἡμῶν τῶν γεγονότων ἡ θεωρία, συμπαραχθεῖσα τοῖς ἀσωμάτοις, ἦς εἴδη φρόνησις, γνῶσις, παιδεία. Ἀπὸ γυναικὸς ἀλλοτρίας, τῆς πολυθέου διδασκαλίας· ἡδέα γὰρ διδάσκει, στωμύλος οὖσα, ἡδονὴν καὶ φιλοχρηματίαν· Ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται· Οἱ πρὸς χάριν ἐμβάλλοντες λόγοι, οἱ ἐμπαθεῖς εἰσι λογισμοί· τηρεῖται δὲ ἀπὸ τῆς γεννώσης αὐτοὺς πονηρίας ὁ τῇ σοφίᾳ τοῦ Θεοῦ σχολάζων. Οἶκος αὐτῆς, τὸ πλάτος τῶν δογμάτων· θυρὶς, τὸ μερικόν.